§20.48.1Δημήτριος δὲ τήν τε τῶν Σαλαμινίων ὁρῶν πόλιν οὐκ εὐκαταφρόνητον οὖσαν καὶ στρατιωτῶν πλῆθος ὑπάρχον ἐν αὐτῇ τῶν ἀμυνομένων ἔκρινε μηχανάς τε τοῖς μεγέθεσιν ὑπεραιρούσας κατασκευάζειν καὶ καταπέλτας ὀξυβελεῖς καὶ λιθοβόλους παντοίους καὶ τὴν ἄλλην κατασκευὴν καταπληκτικήν.
德米特里看到萨拉米斯人的城市不容小觑,且城中驻有大量防守的士兵,便决定建造在规模上超越以往的攻城兵器,以及各种发射箭矢的弩炮、投石机和其他令人畏惧的装备。
μετεπέμψατο δὲ καὶ τεχνίτας ἐκ τῆς Ἀσίας καὶ σίδηρον, ἔτι δʼ ὕλης πλῆθος καὶ τῆς ἄλλης χορηγίας τὴν ἐπιτήδειον κατασκευήν.
他蓄意从亚洲召集了工匠和铁器,此外还运来了大量的木材和准备其他物资所需的合适材料。
§20.48.2ταχὺ δὲ πάντων εὐτρεπῶν αὐτῷ γενομένων συνέπηξε μηχανὴν τὴν ὀνομαζομένην ἑλέπολιν, τὸ πλάτος ἔχουσαν ἑκάστην πλευρὰν τεσσαράκοντα καὶ πέντε πήχεις, τὸ δʼ ὕψος πηχῶν ἐννενήκοντα, διειλημμένην στέγαις ἐννέα, ὑπότροχον δὲ πᾶσαν τροχοῖς στερεοῖς τέσσαρσιν ὀκταπήχεσι τὸ ὕψος.
很快,一切都为他准备就绪,他便建造了一台被称为“避役”的攻城器械,其每一侧的宽度为四十五肘,高度为九十肘,共分为九层,整体安装在车轮上,由四个高达八肘的坚固车轮支撑。
§20.48.3κατεσκεύασε δὲ καὶ κριοὺς ὑπερμεγέθεις καὶ χελώνας δύο κριοφόρους.
他还建造了极其巨大的破城槌和两辆装有破城槌的“龟甲车”。
τῆς δʼ ἑλεπόλεως εἰς μὲν τὰς κάτων στέγας εἰσήνεγκε πετροβόλους παντοίους, ὧν ἦσαν οἱ μέγιστοι τριτάλαντοι, εἰς δὲ τὰς μέσας καταπέλτας ὀξυβελεῖς μεγίστους, εἰς δὲ τὰς ἀνωτάτας ὀξυβελεῖς τε τοὺς ἐλαχίστους καὶ πετροβόλων πλῆθος, ἄνδρας τε τοὺς χρησομένους τούτοις κατὰ τρόπον πλείους τῶν διακοσίων.
在“避役”的下层,他装设了各种投石机(其中最大可发射三塔兰同重的石弹);在中层,装设了最大的发射箭矢的弩炮;在最顶层,则装设了最小的弩炮和大量的投石机,并配备了二百多名能熟练操纵这些器械的士兵。
§20.48.4προσαγαγὼν δὲ τὰς μηχανὰς τῇ πόλει καὶ πυκνοῖς χρώμενος τοῖς βέλεσι τῇ μὲν τὰς ἐπάλξεις ἀπέσυρε τοῖς πετροβόλοις, τῇ δὲ τὰ τείχη διέσεισε τοῖς κριοῖς.
他将这些器械推至城前,并利用密集的弹雨,一方面用投石机削平了垛口,另一方面用破城槌震撼着城墙。
§20.48.5ἀμυνομένων δὲ καὶ τῶν ἔνδον εὐρώστως καὶ τοῖς μηχανήμασιν ἑτέρας μηχανὰς ἀντιταττόντων ἐφʼ ἡμέρας μέν τινας ἀμφίδοξος ἦν ὁ κίνδυνος, ἀμφοτέρων κακοπαθούντων καὶ κατατραυματιζομένων·
城内的防守者也顽强抵抗,用己方的器械对抗敌人的器械,在数日内胜负难料,双方都遭受了惨重的伤亡和痛苦。
τὸ δὲ τελευταῖον τοῦ τείχους πίπτοντος καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι κατὰ κράτος νυκτὸς ἐπιγενομένης ἔληξε τὰ τῆς τειχομαχίας.
然而到最后,当城墙正在崩塌,城市眼看就要被强攻攻克之际,因夜幕降临,这场攻城战暂时停息。
§20.48.6οἱ δὲ περὶ τὸν Μενέλαον ἀκριβῶς εἰδότες ἁλωσομένην τὴν πόλιν, εἰ μή τι καινοτομεῖν ἐπιχειρήσειαν, ἤθροισαν ὕλης ξηρᾶς πλῆθος, ταύτην δὲ περὶ τὸ μεσονύκτιον ἐμβαλόντες ταῖς τῶν πολεμίων μηχαναῖς καὶ ἅμα πάντας τοὺς πυρσοφόρους ἀπὸ τῶν τειχῶν ἀφέντες ἀνῆψαν τὰ μέγιστα τῶν ἔργων.
梅内劳斯及其手下深知,如果不采取一些非常手段,城市必将陷落。 于是他们搜集了大量的干木材,在将近半夜时分将这些木材投向敌人的器械,并同时从城墙上发射所有的纵火器具,点燃了敌人最庞大的攻城工事。
§20.48.7ἄφνω δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ περὶ τὸν Δημήτριον ἐπεχείρησαν μὲν βοηθεῖν, τοῦ δὲ πυρὸς καταταχήσαντος συνέβη τὰς μηχανὰς κατακαυθῆναι καὶ πολλοὺς τῶν ἐν αὐταῖς ὄντων διαφθαρῆναι.
火光突然冲天而起,德米特里和他的部下试图去救火,但由于火势蔓延极快,结果导致攻城器械全被烧毁,许多置身其中的人也因此丧生。
§20.48.8ὁ δὲ Δημήτριος ἀποσφαλεὶς τῆς ἐλπίδος οὐδʼ ὣς ἔληγεν, ἀλλὰ προσεκαρτέρει τῇ πολιορκίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νομίζων τῷ χρόνῳ καταπολεμήσειν τοὺς πολεμίους.
德米特里虽然大失所望,但并没有因此放弃,而是继续从陆路和海路坚持围攻,认为随着时间的推移,终将征服敌人。