Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.47.1-20.47.8

德米特里入侵塞浦路斯与萨拉米斯之捷

第 235 段,共 301 段 · 希腊语

内容简介

德米特里入侵塞浦路斯,攻占乌拉尼亚和卡尔帕西亚,并在萨拉米斯战役中击败梅内劳斯,准备展开围城战;同时,安提柯在叙利亚建造安提柯尼亚。

§20.47.1ὁ δὲ Δημήτριος παραπλεύσας εἰς Κιλικίαν κἀκεῖθεν ναῦς καὶ στρατιώτας προσλαβόμενος διέπλευσεν εἰς τὴν Κύπρον ἔχων πεζοὺς μὲν μυρίους πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ναῦς δὲ ταχυναυτούσας μὲν τριήρεις πλείους τῶν ἑκατὸν δέκα, τῶν δὲ βαρυτέρων στρατιωτίδων πεντήκοντα καὶ τρεῖς καὶ πόρια τῶν παντοδαπῶν ἱκανὰ τῷ πλήθει τῶν ἱππέων τε καὶ πεζῶν.
德米特里沿海航行至基利家,并在那里增募了船只和士兵,随后驶往塞浦路斯,他麾下拥有一万五千名步兵、四百名骑兵、一百一十多艘快速航行的三段铎船、五十三艘较重的军队运输船,以及足够容纳所有骑兵和步兵的各类运输船只。
§20.47.2καὶ τὸ μὲν πρῶτον κατεστρατοπέδευσεν ἐν τῇ παραλίᾳ τῆς Καρπασίας καὶ νεωλκήσας τὰ σκάφη χάρακι καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὠχύρωσεν· ἔπειτα τοῖς πλησιοχώροις προσβολὰς ποιησάμενος εἷλε κατὰ κράτος Οὐρανίαν καὶ Καρπασίαν, τῶν δὲ νεῶν τὴν ἱκανὴν φυλακὴν ἀπολιπὼν ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Σαλαμῖνα.
起初,他在卡尔帕西亚的海岸上安营扎寨,将船只拖上岸,并用木栅和深沟加固了营地;随后,他向邻近地区发起进攻,武力攻占了乌拉尼亚和卡尔帕西亚,在留下了足够看守船只的守军后,率领主力向萨拉米斯进发。
§20.47.3ὁ δὲ τεταγμένος ὑπὸ Πτολεμαίου τῆς νήσου στρατηγὸς Μενέλαος συναγαγὼν τοὺς στρατιώτας ἐκ τῶν φρουρίων διέτριβεν ἐν Σαλαμῖνι, ἀπεχόντων δὲ τεσσαράκοντα σταδίους τῶν πολεμίων ἐξῆλθεν ἔχων πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ περὶ ὀκτακοσίους.
此时,由托勒密任命的该岛将军梅内劳斯,从各要塞召集了士兵,正驻留于萨拉米斯。 但在敌人距离四十斯塔狄翁时,他率领一万二千名步兵和约八百名骑兵出城迎敌。
γενομένης δὲ μάχης ἐπʼ ὀλίγον χρόνον οἱ μὲν περὶ τὸν Μενέλαον ἐκβιασθέντες ἐτράπησαν, ὁ δὲ Δημήτριος συνδιώξας τοὺς πολεμίους εἰς τὴν πόλιν αἰχμαλώτους μὲν ἔλαβεν οὐ πολὺ ἐλάττους τρισχιλίων, ἀνεῖλε δὲ περὶ χιλίους.
双方交战不久,梅内劳斯的手下被击退并溃败,德米特里一路将敌人追击至城内,俘虏了不下三千人,并击毙了约一千人。
§20.47.4τοὺς δʼ ἁλόντας τὸ μὲν πρῶτον ἀπολύσας τῶν ἐγκλημάτων καταδιεῖλεν εἰς τὰς τῶν ἰδίων στρατιωτῶν τάξεις·
起初,他宽免了这些俘虏的罪责,并将他们编入自己士兵的队伍中;但由于他们的行囊都留在埃及的托勒密处,因而不断逃往梅内劳斯那里。
ἀποδιδρασκόντων δʼ αὐτῶν πρὸς τοὺς περὶ τὸν Μενέλαον διὰ τὸ τὰς ἀποσκευὰς ἐν Αἰγύπτῳ καταλελοιπέναι παρὰ Πτολεμαίῳ, γνοὺς ἀμεταθέτους ὄντας ἐνεβίβασεν εἰς τὰς ναῦς καὶ πρὸς Ἀντίγονον εἰς Συρίαν ἀπέστειλεν.
德米特里看出他们的忠诚不可改变,便将他们送上船只,遣送至叙利亚的安提柯处。
§20.47.5οὗτος δὲ τοῦτον τὸν χρόνον διέτριβε περὶ τὴν ἄνω Συρίαν, πόλιν κτίζων περὶ τὸν Ὀρόντην ποταμὸν τὴν ὠνομασμένην Ἀντιγονίαν ἀφʼ ἑαυτοῦ.
此时,安提柯正驻留于上叙利亚一带,在奥龙特斯河畔建立了一座以自己的名字命名的城市——安提柯尼亚。
κατεσκεύαζε δὲ πολυτελῶς, τὴν περίμετρον ὑποστησάμενος σταδίων ἑβδομήκοντα· εὐφυὴς γὰρ ἦν ὁ τόπος ἐφεδρεῦσαι τῇ τε Βαβυλῶνι καὶ ταῖς ἄνω σατραπείαις καὶ πάλιν τῇ κάτω Συρίᾳ καὶ ταῖς ἀπʼ Αἰγύπτου σατραπείαις.
他正穷奢极欲地建造此城,将其外周规划为七十斯塔狄翁;因为该地地势优越,既可监控巴比伦和上方的各行省,又可防范下叙利亚和来自埃及的各行省。
§20.47.6οὐ μὴν πολύν γε χρόνον συνέβη μεῖναι τὴν πόλιν, Σελεύκου καθελόντος αὐτὴν καὶ μεταγαγόντος ἐπὶ τὴν κτισθεῖσαν μὲν ὑπʼ αὐτοῦ, ἀπʼ ἐκείνου δὲ κληθεῖσαν Σελεύκειαν.
然而,这座城市并未存续太长时间,因为塞琉古将其摧毁,并迁移到了由他自己建立并以其名字命名的塞琉西亚。
ἀλλὰ περὶ μὲν τούτων ἀκριβῶς ἕκαστα δηλώσομεν ἐπὶ τοὺς οἰκείους χρόνους παραγενηθέντες·
不过,关于这些事情,我们将在叙述到相应历史时期时,再作详细而准确的交代。
§20.47.7τῶν δὲ κατὰ τὴν Κύπρον οἱ περὶ τὸν Μενέλαον ἡττημένοι τῇ μάχῃ τὰ μὲν βέλη καὶ τὰς μηχανὰς παρεκόμισαν ἐπὶ τὰ τείχη καὶ τοῖς στρατιώταις διαλαβόντες τὰς ἐπάλξεις παρεσκευάζοντο πρὸς τὸν κίνδυνον, ὁρῶντες καὶ τὸν Δημήτριον πρὸς πολιορκίαν ἑτοιμαζόμενον,
至于塞浦路斯局势,在战斗中战败的梅内劳斯及其部下将箭矢与攻防器械运上城墙,并派兵分守各处垛口,做好了应对危险的准备,因为他们看到德米特里也正准备进行围城战。
§20.47.8πρὸς δὲ Πτολεμαῖον ἀπέστειλαν εἰς Αἴγυπτον τοὺς δηλώσοντας περὶ τῶν ἐλαττωμάτων καὶ ἀξιώσοντας βοηθεῖν, ὡς κινδυνευόντων αὐτῷ τῶν ἐν τῇ νήσῳ πραγμάτων.
他们向埃及的托勒密派遣了使者,去通报战败的情况并请求增援,因为托勒密在该岛的利益正处于危险之中。

词汇与语法注释

  1. 20.47.1πλείους τῶν ἑκατὸν δέκα — 比较级 πλείους(πλείονας 的缩约形)后接的 τῶν ἑκατὸν δέκα 是比较属格,意为“多于一百一十艘”。
  2. 20.47.3ἀπεχόντων δὲ τεσσαράκοντα σταδίους τῶν πολεμίων — 属格独立结构。τῶν πολεμίων 是逻辑主语,现在分词 ἀπεχόντων 是谓语,表示“当敌人相距四十斯塔狄翁时”的时间或背景。
  3. 20.47.4διὰ τὸ τὰς ἀποσκευὰς ἐν Αἰγύπτῳ καταλελοιπέναι — 介词 διὰ 后接冠词性不定式宾格 τὸ ... καταλελοιπέναι。该不定式的逻辑主语为前句中的 αὐτῶν(指代俘虏们),而 τὰς ἀποσκευὰς 是其直接宾语。
  4. 20.47.5ἐφεδρεῦσαι — 说明性不定式(epexegetic infinitive),修饰形容词 εὐφυὴς,表示目的或范围,意为“适于监视/伺机窥伺”。
  5. 20.47.8ὡς κινδυνευόντων αὐτῷ τῶν ἐν τῇ νήσῳ πραγμάτων — 带有 ὡς 的属格独立结构,表示主观原因(“因为他认为……”)。表明在他看来,岛上的事务(τῶν ἐν τῇ νήσῳ πραγμάτων)对他(与格 αὐτῷ)而言处于危险之中。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.47.1-20.47.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.47.1-20.47.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。