§20.49.1Πτολεμαῖος δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν ἐξέπλευσεν ἐκ τῆς Αἰγύπτου δύναμιν ἔχων ἀξιόλογον πεζικήν τε καὶ ναυτικήν.
托勒密在得知己方军队战败的消息后,率领着相当规模的陆军和海军从埃及出航。
κατενεχθεὶς δὲ τῆς Κύπρου πρὸς τὴν Πάφον ἔκ τε τῶν πόλεων παρεδέξατο τὰ σκάφη καὶ παρέπλευσεν εἰς Κίτιον, τῆς Σαλαμῖνος ἀπέχον σταδίους διακοσίους.
他在塞浦路斯的帕福斯靠岸,从各城市接纳了船只,并沿海航行至距离萨拉米斯两百斯塔德的基提翁。
§20.49.2εἶχε δὲ τὰς πάσας ναῦς μακρὰς ἑκατὸν καὶ τεσσαράκοντα· τούτων δʼ ἦν ἡ μεγίστη πεντήρης, ἡ δʼ ἐλαχίστη τετρήρης· στρατιωτικὰ δὲ πόρια ταύταις ἐπηκολούθει πλείω τῶν διακοσίων, §20.49.3ἄγοντα πεζοὺς οὐκ ἐλάττους τῶν μυρίων.
他总共拥有一百四十艘战船,其中最大的是五级战船,最小的是四级战船;随行于这些战船的还有两百多艘军用运输船,运送着不少于一万名的步兵。
οὗτος μὲν οὖν πρὸς τὸν Μενέλαον κατὰ γῆν ἔπεμψέ τινας, διακελευόμενος τὰς ναῦς, ἂν ᾖ δυνατόν, κατὰ τάχος ἐκ τῆς Σαλαμῖνος πρὸς αὐτὸν ἀποστεῖλαι, οὔσας ἑξήκοντα· ἤλπιζε γάρ, εἰ προσλάβοι ταύτας, ῥᾳδίως κρατήσειν τῇ ναυμαχίᾳ, διακοσίοις σκάφεσιν ἀγωνιζόμενος.
于是,他派人由陆路去见梅内劳斯,敦促他如果可能的话,尽快将萨拉米斯的那六十艘船派往他那里;因为他希望,如果能加上这些船只,自己便能以两百艘船参战,从而在海战中轻易获胜。
§20.49.4ὁ δὲ Δημήτριος νοήσας αὐτοῦ τὴν ἐπιβολὴν ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, τὰς δὲ ναῦς ἁπάσας πληρώσας καὶ τῶν στρατιωτῶν τοὺς κρατίστους ἐμβιβάσας βέλη καὶ πετροβόλους ἐνέθετο καὶ τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς ἱκανοὺς ταῖς πρῴραις ἐπέστησε.
而德米特里察觉到了他的意图,在包围战方面留下了部分兵力,并在所有的船上配齐船员,载上最优秀的士兵,装载了飞矢和投石机,并将足够数量的三掌宽矢放机布置在船首。
§20.49.5κοσμήσας δὲ πολυτελῶς πρὸς ναυμαχίαν τὸν στόλον περιέπλευσε τὴν πόλιν καὶ κατὰ τὸ στόμα τοῦ λιμένος μικρὸν ἔξω βέλους ἀφεὶς τὰς ἀγκύρας διενυκτέρευσεν, ἅμα μὲν τὰς ἐκ τῆς πόλεως ναῦς κωλύων συμμῖξαι ταῖς ἄλλαις, ἅμα δὲ καραδοκῶν τὸν ἐπίπλουν τῶν πολεμίων καὶ πρὸς ναυμαχίαν ὢν ἕτοιμος.
他将舰队豪华地装备起来以迎战海战,绕着城市航行,在港口入口、刚好处于飞矢射程之外稍远的地方抛锚过夜,一方面阻碍城内的船只与其他船只汇合,另一方面则严密监视着敌人的进犯,做好海战的准备。
§20.49.6τοῦ δὲ Πτολεμαίου πλέοντος ἐπὶ τὴν Σαλαμῖνα καὶ τῶν ὑπηρετικῶν πλοίων συνεπομένων πόρρωθεν καταπληκτικὸν ὁρᾶσθαι συνέβαινε τὸν στόλον διὰ τὸ πλῆθος.
当托勒密向萨拉米斯航行,且辅助船只从远处随行时,整个舰队由于数量庞大,从远处望去显得极其骇人。