§20.47.1ὁ δὲ Δημήτριος παραπλεύσας εἰς Κιλικίαν κἀκεῖθεν ναῦς καὶ στρατιώτας προσλαβόμενος διέπλευσεν εἰς τὴν Κύπρον ἔχων πεζοὺς μὲν μυρίους πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ναῦς δὲ ταχυναυτούσας μὲν τριήρεις πλείους τῶν ἑκατὸν δέκα, τῶν δὲ βαρυτέρων στρατιωτίδων πεντήκοντα καὶ τρεῖς καὶ πόρια τῶν παντοδαπῶν ἱκανὰ τῷ πλήθει τῶν ἱππέων τε καὶ πεζῶν.
デメトリオスはキリキアへと沿岸を航行し、そこから船と兵士をさらに加えると、歩兵一万五千、騎兵四百、そして高速航行する三段橈船を百十隻以上、より重い軍隊輸送船を五十三隻、さらに騎兵と歩兵の数に十分なあらゆる種類の輸送船を率いてキプロスへと航行した。
§20.47.2καὶ τὸ μὲν πρῶτον κατεστρατοπέδευσεν ἐν τῇ παραλίᾳ τῆς Καρπασίας καὶ νεωλκήσας τὰ σκάφη χάρακι καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὠχύρωσεν·
そして最初はカルパシアの沿岸に陣を敷き、船を引き上げて、柵と深い濠によって陣営を要塞化した。
ἔπειτα τοῖς πλησιοχώροις προσβολὰς ποιησάμενος εἷλε κατὰ κράτος Οὐρανίαν καὶ Καρπασίαν, τῶν δὲ νεῶν τὴν ἱκανὴν φυλακὴν ἀπολιπὼν ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Σαλαμῖνα.
その後、近隣の地域に攻撃を仕掛けてウラニアとカルパシアを力ずくで奪取し、船の監視に十分な守備隊を残して、軍勢とともにサラミスに向けて出発した。
§20.47.3ὁ δὲ τεταγμένος ὑπὸ Πτολεμαίου τῆς νήσου στρατηγὸς Μενέλαος συναγαγὼν τοὺς στρατιώτας ἐκ τῶν φρουρίων διέτριβεν ἐν Σαλαμῖνι, ἀπεχόντων δὲ τεσσαράκοντα σταδίους τῶν πολεμίων ἐξῆλθεν ἔχων πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ περὶ ὀκτακοσίους.
一方、プトレマイオスによってその島の将軍に任命されていたメネラオスは、諸砦から兵士たちを集めてサラミスに留まっていたが、敵が四十スタディオンの距離に達したとき、歩兵一万二千、騎兵約八百を率いて出撃した。
γενομένης δὲ μάχης ἐπʼ ὀλίγον χρόνον οἱ μὲν περὶ τὸν Μενέλαον ἐκβιασθέντες ἐτράπησαν, ὁ δὲ Δημήτριος συνδιώξας τοὺς πολεμίους εἰς τὴν πόλιν αἰχμαλώτους μὲν ἔλαβεν οὐ πολὺ ἐλάττους τρισχιλίων, ἀνεῖλε δὲ περὶ χιλίους.
短い時間戦闘が行われたが、メネラオスの部下たちは圧倒されて敗走し、デメトリオスは敵を都市まで追撃して、三千人を下回らない数を捕虜にし、約千人を討ち取った。
§20.47.4τοὺς δʼ ἁλόντας τὸ μὲν πρῶτον ἀπολύσας τῶν ἐγκλημάτων καταδιεῖλεν εἰς τὰς τῶν ἰδίων στρατιωτῶν τάξεις·
彼は捕らえられた者たちを、最初は罪から解放して自身の兵士たちの部隊に配属した。
ἀποδιδρασκόντων δʼ αὐτῶν πρὸς τοὺς περὶ τὸν Μενέλαον διὰ τὸ τὰς ἀποσκευὰς ἐν Αἰγύπτῳ καταλελοιπέναι παρὰ Πτολεμαίῳ, γνοὺς ἀμεταθέτους ὄντας ἐνεβίβασεν εἰς τὰς ναῦς καὶ πρὸς Ἀντίγονον εἰς Συρίαν ἀπέστειλεν.
しかし、彼らがエジプトのプトレマイオスのもとに私物を残してきたという理由でメネラオスのもとへ逃亡したため、彼らの忠誠が揺るぎないものであることを知り、船に乗せてシリアのアンティゴノスのもとへと送った。
§20.47.5οὗτος δὲ τοῦτον τὸν χρόνον διέτριβε περὶ τὴν ἄνω Συρίαν, πόλιν κτίζων περὶ τὸν Ὀρόντην ποταμὸν τὴν ὠνομασμένην Ἀντιγονίαν ἀφʼ ἑαυτοῦ.
一方、アンティゴノスはこの時期、上シリアの辺りに留まっており、オロンテス川の付近に、自分にちなんでアンティゴニアと名付けられた都市を建設していた。
κατεσκεύαζε δὲ πολυτελῶς, τὴν περίμετρον ὑποστησάμενος σταδίων ἑβδομήκοντα·
彼はそれを贅沢に建設しており、外周を七十スタディオンと定めていた。
εὐφυὴς γὰρ ἦν ὁ τόπος ἐφεδρεῦσαι τῇ τε Βαβυλῶνι καὶ ταῖς ἄνω σατραπείαις καὶ πάλιν τῇ κάτω Συρίᾳ καὶ ταῖς ἀπʼ Αἰγύπτου σατραπείαις.
なぜなら、その場所はバビロンや上方のサトラペイア、そしてまた下シリアやエジプトからのサトラペイアを監視するのに適した場所だったからである。
§20.47.6οὐ μὴν πολύν γε χρόνον συνέβη μεῖναι τὴν πόλιν, Σελεύκου καθελόντος αὐτὴν καὶ μεταγαγόντος ἐπὶ τὴν κτισθεῖσαν μὲν ὑπʼ αὐτοῦ, ἀπʼ ἐκείνου δὲ κληθεῖσαν Σελεύκειαν.
しかしながら、その都市が存続したのは長い時間ではなかった。 セレウコスがそれを破壊し、自身によって建設され、彼にちなんで名付けられたセレウケイアへと移転させたためである。
ἀλλὰ περὶ μὲν τούτων ἀκριβῶς ἕκαστα δηλώσομεν ἐπὶ τοὺς οἰκείους χρόνους παραγενηθέντες·
しかし、これらについては、該当する時期に至ったときに個別に正確に説明することにしよう。
§20.47.7τῶν δὲ κατὰ τὴν Κύπρον οἱ περὶ τὸν Μενέλαον ἡττημένοι τῇ μάχῃ τὰ μὲν βέλη καὶ τὰς μηχανὰς παρεκόμισαν ἐπὶ τὰ τείχη καὶ τοῖς στρατιώταις διαλαβόντες τὰς ἐπάλξεις παρεσκευάζοντο πρὸς τὸν κίνδυνον, ὁρῶντες καὶ τὸν Δημήτριον πρὸς πολιορκίαν ἑτοιμαζόμενον,
キプロスにおいては、戦闘に敗れたメネラオスとその部下たちが、矢弾と兵器を城壁へと運び込み、兵士たちに胸壁を分担させて戦いに備えた。 デメトリオスもまた包囲戦の準備をしているのを見たからである。
§20.47.8πρὸς δὲ Πτολεμαῖον ἀπέστειλαν εἰς Αἴγυπτον τοὺς δηλώσοντας περὶ τῶν ἐλαττωμάτων καὶ ἀξιώσοντας βοηθεῖν, ὡς κινδυνευόντων αὐτῷ τῶν ἐν τῇ νήσῳ πραγμάτων.
そして、エジプトのプトレマイオスのもとへ、敗北について報告し、救援を要請する者たちを派遣した。 その島における自らの状況が危機に瀕しているとしたからである。