Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.32.1-20.32.5

克塞诺迪科斯的解放作战与叙拉古海战失利

第 220 段,共 301 段 · 希腊语

内容简介

叙拉古残留的士兵掠夺周边地区,克塞诺迪科斯将其击退并解放了各城邦。与此同时,遭受饥荒的叙拉古人企图保护运粮船,但在海战中被迦太基海军击败。

§20.32.1περὶ ταῦτα δʼ ὄντων τῶν Ἀκραγαντίνων τῶν ἐν ταῖς Συρακούσσαις καταλελειμμένων στρατιωτῶν ὑπʼ Ἀγαθοκλέους καταλαβόμενοί τινες τὴν Ἐχέτλαν ἐπόρθουν τήν τε Λεοντίνην καὶ Καμαριναίαν.
当阿克拉加斯人忙于这些事务时,被阿加托克利斯留在叙拉古的士兵中,有一些人占领了埃克特拉,并掠夺莱翁蒂尼和卡马里纳的领土。
§20.32.2κακῶς οὖν πασχουσῶν τῶν πόλεων διὰ τὸ τὴν χώραν δῃοῦσθαι καὶ τοὺς καρποὺς ἅπαντας διαφθείρεσθαι ἐμβαλὼν εἰς τοὺς τόπους ὁ Ξενόδικος Λεοντίνους μὲν καὶ Καμαριναίους ἀπήλλαξε τοῦ πολέμου, τὴν δʼ Ἐχέτλαν χωρίον ὀχυρὸν ἐκπολιορκήσας τοῖς μὲν πολίταις τὴν δημοκρατίαν ἀποκατέστησε, τοὺς δὲ Συρακοσίους κατεπλήξατο·
因此,由于土地被蹂躏、所有作物被毁坏,这些城市遭受了深重的灾难。 克塞诺迪科斯攻入这些地区,将莱翁蒂尼人和卡马里纳人从战争中解救出来;在包围并攻克了坚固的据点埃克特拉后,他为该城公民恢复了民主政,并使叙拉古人感到恐惧。
καθόλου δʼ ἐπιπορευόμενος τά τε φρούρια καὶ τὰς πόλεις ἠλευθέρου τῆς τῶν Καρχηδονίων ἐπιστασίας.
总体而言,他在进军过程中,不断将各要塞和城市从迦太基人的统治下解放出来。
§20.32.3ἅμα δὲ τούτοις πραττομένοις Συρακόσιοι πιεζούμενοι τῇ σιτοδείᾳ καὶ πυνθανόμενοι σιτηγὰ πλοῖα μέλλοντα ποιεῖσθαι πλοῦν ἐπὶ Συρακούσσας ἐπλήρουν τριήρεις εἴκοσι, τηρήσαντες δὲ τοὺς ἐφορμεῖν εἰωθότας βαρβάρους ἀφυλάκτους ὄντας ἔλαθον ἐκπλεύσαντες καὶ παρακομισθέντες εἰς τοὺς Μεγαρεῖς ἐπετήρουν τὸν τῶν ἐμπόρων κατάπλουν.
在进行这些活动的同时,叙拉古人饱受粮食匮乏之苦,听闻运粮船即将驶往叙拉古,便装备了二十艘三段铎船;他们窥伺到平时进行封锁的蛮族人疏于防范,便悄悄出航,移至梅加拉人之地,等待商船的入港。
§20.32.4μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων τριάκοντα ναυσὶν ἐκπλευσάντων ἐπʼ αὐτοὺς τὸ μὲν πρῶτον ἐπεβάλοντο ναυμαχεῖν, ταχὺ δὲ πρὸς τὴν γῆν ἐκδιωχθέντες ἐξεκολύμβησαν πρός τινα ναὸν Ἥρας.
此后,当迦太基人以三十艘船向他们驶来时,起初他们企图进行海战,但很快被逼回陆地,他们便跳水游向一座赫拉神庙。
§20.32.5γενομένης οὖν μάχης περὶ τῶν σκαφῶν καὶ τῶν Καρχηδονίων ἐπιβαλλόντων σιδηρᾶς χεῖρας καὶ βιαιότερον ἀποσπώντων ἀπὸ τῆς γῆς δέκα μὲν τριήρεις ἑάλωσαν, τὰς δʼ ἄλλας ἐκ τῆς πόλεως ἐπιβοηθήσαντές τινες διέσωσαν.
于是,围绕着这些船只展开了一场战斗,迦太基人投掷铁钩,强行将船只从陆地拖走,导致十艘三段铎船被俘,但城里赶来增援的人救下了其余的船只。
καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势大体便是如此。

词汇与语法注释

  1. 20.32.1τῶν ἐν ταῖς Συρακούσσαις καταλελειμμένων στρατιωτῶν — "τῶν... στρατιωτῶν" 是部分属格,修饰其后的代词 "τινες"(“留在叙拉古的士兵中的一些人……”),共同构成该分句的主语。
  2. 20.32.3ἅμα δὲ τούτοις πραττομένοις — 介词 ἅμα 接与格名词和分词("τούτοις πραττομένοις"),表示“与此进行的同时”的伴随状况,其功能类似于属格绝对构文。
  3. 20.32.3ἔλαθον ἐκπλεύσαντες — 动词 λανθάνω(此处为不定过去时 ἔλαθον)与分词(ἐκπλεύσαντες)连用,构成“悄悄地/不被察觉地出航”的惯用句式。
  4. 20.32.4τῶν Καρχηδονίων τριάκοντα ναυσὶν ἐκπλευσάντων — 表示时间的属格绝对构文(“当迦太基人出航时”)。"ναυσὶν"(用船)是手段与格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.32.1-20.32.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.32.1-20.32.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。