Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.31.1-20.31.5

迦太基军队内讧与阿克拉加斯的西西里远征

第 219 段,共 301 段 · 希腊语

内容简介

叙拉古胜利的消息被送往阿加托克利斯,而迦太基军队发生内讧。阿克拉加斯乘机争夺西西里霸权并展开远征,相继解放了杰拉、恩纳和埃尔贝索斯。

§20.31.1γεγονότων εὐτυχημάτων ἀπαγγελοῦντας·
并去汇报已经发生的幸事。
ἡ δὲ τῶν Καρχηδονίων στρατιὰ μετὰ τὴν γενομένην συμφορὰν μαθοῦσα τὴν αἰτίαν τῶν ἀτυχημάτων μόγις ἀπηλλάγη τῶν φόβων.
迦太基的军队在灾难发生后,得知了不幸的原因,才勉强摆脱了恐惧。
ἀναρχίας δʼ οὔσης διέστησαν οἱ βάρβαροι πρὸς τοὺς Ἕλληνας.
在无政府状态下,蛮族人与希腊人产生了分裂。
§20.31.2οἱ μὲν οὖν φυγάδες μετὰ τῶν λοιπῶν Ἑλλήνων Δεινοκράτην στρατηγὸν ἀπέδειξαν, οἱ δὲ Καρχηδόνιοι τοῖς δευτερεύουσι μετὰ τὸν στρατηγὸν τιμῇ τὴν ἡγεμονίαν ἐνεχείρισαν.
于是,亡命者们与其他希腊人一起,任命戴诺克拉底为将军;而迦太基人则将指挥权托付给地位仅次于将军的人。
καθʼ ὃν δὴ χρόνον Ἀκραγαντῖνοι θεωροῦντες τὴν ἐν Σικελίᾳ κατάστασιν εὐφυεστάτην οὖσαν πρὸς ἐπίθεσιν ἠμφισβήτησαν τῆς κατὰ τὴν νῆσον ἡγεμονίας·
正是在这个时候,阿克拉加斯人看到西西里局势极有利于发起进攻,便开始争夺该岛的霸权。
§20.31.3ὑπελάμβανον γὰρ Καρχηδονίους μὲν μόγις ἀνθέξειν τῷ πρὸς Ἀγαθοκλέα πολέμῳ, Δεινοκράτην δʼ εὐκαταγώνιστον εἶναι συνηθροικότα φυγαδικὴν στρατιάν, τοὺς δʼ ἐν ταῖς Συρακούσσαις θλιβομένους τῇ σιτοδείᾳ μηδʼ ἐγχειρήσειν ἀμφισβητεῖν τῶν πρωτείων, τὸ δὲ μέγιστον, τὴν στρατείαν ἑαυτῶν ποιουμένων ἐπʼ ἐλευθερώσει τῶν πόλεων ἀσμένως ἅπαντας ὑπακούσεσθαι διά τε τὸ πρὸς τοὺς βαρβάρους μίσος καὶ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας.
因为他们认为迦太基人难以应付与阿加托克利斯的战争,而戴诺克拉底由于招募的是一支亡命者军队,因而很容易被击败,至于在叙拉古的人,因饱受粮食匮乏之苦,根本不会企图争夺首位,而最重要的一点是,如果他们自己为了解放各城邦而进行远征,由于对蛮族的憎恨以及所有人心中与生俱来的对自治的渴望,所有人都会欣然归顺。
§20.31.4οὗτοι μὲν οὖν ἑλόμενοι στρατηγὸν Ξενόδικον καὶ τὴν ἁρμόζουσαν δόντες δύναμιν ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον· ὁ δὲ παραχρῆμα ἐπὶ τὴν Γέλαν ὁρμήσας καὶ διά τινων ἰδιοξένων νυκτὸς εἰσαχθεὶς ἐκυρίευσε τῆς πόλεως ἅμα καὶ δυνάμεως ἁδρᾶς καὶ χρημάτων.
于是,他们选择克塞诺迪科斯为将军,并给予他适当的兵力,派遣他去参加战争;他立即向杰拉进发,并在夜间通过一些私人客友的引路进入城内,控制了该城,同时也获得了一支强大的军队和财富。
§20.31.5ἐλευθερωθέντες οὖν οἱ Γελῷοι προθυμότατα πανδημεὶ συστρατεύοντες ἠλευθέρουν τὰς πόλεις.
于是,获得解放的杰拉人极为踊跃地举城参军,着手解放其他城邦。
διαβοηθείσης δὲ τῆς τῶν Ἀκραγαντίνων ἐπιβολῆς κατὰ πᾶσαν τὴν νῆσον ἐνέπεσεν ὁρμὴ ταῖς πόλεσι πρὸς τὴν ἐλευθερίαν.
随着阿克拉加斯人的企图传遍整个岛屿,各城邦燃起了追求自由的热潮。
καὶ πρῶτοι μὲν Ἐνναῖοι πέμψαντες τὴν πόλιν τοῖς Ἀκραγαντίνοις παρέδωκαν· οἱ δὲ ταύτην ἐλευθερώσαντες παρῆλθον ἐπὶ τὸν Ἐρβησσόν, φρουρᾶς ἐν αὐτῷ παραφυλαττούσης τὴν πόλιν.
首先,恩纳人派遣使者,将城市移交给了阿克拉加斯人;后者解放了这座城市后,便前往埃尔贝索斯,当时有一支守备队在守护着该城。
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν πολιτικῶν συνεργησάντων συνέβη τὴν φρουρὰν ἁλῶναι καὶ πολλοὺς μὲν πεσεῖν τῶν βαρβάρων, εἰς πεντακοσίους δὲ θεμένους τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς.
发生了一场激烈的战斗,在城内公民的协助下,守备队最终被攻克,许多蛮族人战死,大约有五百人放下武器投降。

词汇与语法注释

  1. 20.31.1γεγονότων εὐτυχημάτων ἀπαγγελοῦντας — 此句在语法上延续自前一个分节末尾的 `ἀπέστειλαν τοὺς κομιοῦντας...`。将来主动分词 `ἀπαγγελοῦντας` 表示目的(“为了汇报”),在宾格阳性复数上与前面的 `τοὺς κομιοῦντας` 一致。
  2. 20.31.3τὴν στρατείαν ἑαυτῶν ποιουμένων — 这是一个属格独立结构,在此处带有条件意味(“如果他们自己进行远征”)。其逻辑主语是 `ἑαυτῶν`(指阿克拉加斯人自己),为后续由 `ὑπελάμβανον` 支配的宾格加不定式结构 `ἅπαντας ὑπακούσεσθαι` 提供了条件背景。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.31.1-20.31.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.31.1-20.31.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。