§20.30.1εἰκότως δʼ ἄν τις παρασημήναιτο τὴν ἀνωμαλίαν τῆς τύχης καὶ τὸ παράλογον τῶν παρὰ τὰς ὑπολήψεις συντελουμένων παρʼ ἀνθρώποις.
人们大可合情合理地指出命运的无常,以及在人类之中违背预期而实现之事物的荒谬。
Ἀγαθοκλῆς μὲν γὰρ ἀνδρείᾳ διαφέρων καὶ πολλὴν δύναμιν ἐσχηκὼς τὴν συναγωνισαμένην περὶ τὸν Ἱμέραν οὐ μόνον ὑπὸ τῶν βαρβάρων ἡττήθη κατὰ κράτος, ἀλλὰ καὶ τῆς στρατιᾶς τὴν κρατίστην καὶ πλείστην ἀπέβαλεν· οἱ δὲ τειχήρεις ἀποληφθέντες ἐν ταῖς Συρακούσσαις μικρῷ μέρει τῶν προηττηθέντων οὐ μόνον τὴν πολιορκήσασαν δύναμιν ἐχειρώσαντο τῶν Καρχηδονίων, ἀλλὰ καὶ τὸν στρατηγὸν Ἀμίλκαν, ἐπιφανέστατον ὄντα τῶν πολιτῶν, ἐζώγρησαν·
因为阿加托克利斯虽然在勇气上出类拔萃,并拥有一支曾在希梅拉河附近并肩作战的庞大军队,但他不仅被蛮族用武力击败,还失去了军队中最精锐且人数最多的一部分;相反,那些被困在叙拉古城墙内的人,凭借先前被击败者的一小部分兵力,不仅制服了包围他们的迦太基军队,还活捉了在公民中最显赫的将军哈米尔卡。
καὶ τὸ θαυμασιώτατον, δώδεκα μυριάδας πεζῶν καὶ πεντακισχιλίους ἱππεῖς ὀλίγος ἀριθμὸς πολεμίων, προσλαβόμενος ἀπάτην καὶ τόπον, κατὰ κράτος ἥττησεν, ὥστʼ ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι πολλὰ τὰ κενὰ τοῦ πολέμου.
最令人惊叹的是,人数稀少的敌军利用欺骗和地形,彻底击败了十二万步兵和五千骑兵,以至于那句俗语“战争中的虚妄之事甚多”成了真理。
§20.30.2μετὰ δὲ τὴν τροπὴν οἱ μὲν Καρχηδόνιοι ἄλλοι κατʼ ἄλλους τόπους διασπαρέντες μόγις εἰς τὴν ὑστεραίαν ἠθροίσθησαν, οἱ δὲ Συρακόσιοι μετὰ πολλῶν λαφύρων ἐπανελθόντες εἰς τὴν πόλιν τὸν Ἀμίλκαν παρέδοσαν τοῖς βουλομένοις λαμβάνειν παρʼ αὐτοῦ τιμωρίαν·
溃败之后,其他迦太基人散落于各处,直到次日才勉强聚集起来;而叙拉古人带着许多战利品返回城内,将哈米尔卡交给那些想要向他进行报复的人。
ἀνεμιμνήσκοντο δὲ καὶ τῆς τοῦ μάντεως φωνῆς, ὃς ἔφησεν αὐτὸν εἰς τὴν ὑστεραίαν εἰς Συρακούσσας δειπνήσειν, τοῦ δαιμονίου παραγαγόντος τἀληθές.
他们还想起了占卜师的话,他曾说哈米尔卡次日将在叙拉古享用晚餐,因为神明以这种方式呈现了事实。
§20.30.3τὸν δʼ οὖν Ἀμίλκαν οἱ τῶν ἀπολωλότων συγγενεῖς δεδεμένον ἀγαγόντες διὰ τῆς πόλεως καὶ δειναῖς αἰκίαις κατʼ αὐτοῦ χρησάμενοι μετὰ τῆς ἐσχάτης ὕβρεως ἀνεῖλον.
于是,死难者的家属将哈米尔卡捆绑着带过全城,对他施加了可怕的酷刑,并用极度的羞辱将他处死。
εἶθʼ οἱ μὲν τῆς πόλεως προεστηκότες ἀποκόψαντες αὐτοῦ τὴν κεφαλὴν ἀπέστειλαν τοὺς κομιοῦντας εἰς τὴν Διβύην πρὸς Ἀγαθοκλέα καὶ περὶ τῶν
随后,城邦的首领们砍下了他的头颅,派遣人员将其送往利比亚给阿加托克利斯,并且关于那些