Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.31.1-20.31.5

カルタゴ軍の内紛とアクラガスのシケリア遠征

219 / 301 箇所 · ギリシア語

要旨

シュラクサイの勝報がアガトクレスに送られる一方、カルタゴ軍は内紛を起こす。アクラガスがシケリアの覇権を目指して遠征を開始し、ゲラやエンナ、エルベッソスを解放して勢力を拡大する。

§20.31.1γεγονότων εὐτυχημάτων ἀπαγγελοῦντας·
また生じた幸運な出来事を報告させるために送った。
ἡ δὲ τῶν Καρχηδονίων στρατιὰ μετὰ τὴν γενομένην συμφορὰν μαθοῦσα τὴν αἰτίαν τῶν ἀτυχημάτων μόγις ἀπηλλάγη τῶν φόβων.
カルタゴの軍勢は、起きた災難の後、不運の原因を知って、ようやく恐怖から解放された。
ἀναρχίας δʼ οὔσης διέστησαν οἱ βάρβαροι πρὸς τοὺς Ἕλληνας.
指導者がいない状態の中で、異民族たちはギリシア人たちに対して分裂した。
§20.31.2οἱ μὲν οὖν φυγάδες μετὰ τῶν λοιπῶν Ἑλλήνων Δεινοκράτην στρατηγὸν ἀπέδειξαν, οἱ δὲ Καρχηδόνιοι τοῖς δευτερεύουσι μετὰ τὸν στρατηγὸν τιμῇ τὴν ἡγεμονίαν ἐνεχείρισαν.
そこで、亡命者たちは他のギリシア人たちとともにデイノクラテスを将軍に任命し、カルタゴ人たちは、将軍に次ぐ地位にある者たちに指揮権を委ねた。
καθʼ ὃν δὴ χρόνον Ἀκραγαντῖνοι θεωροῦντες τὴν ἐν Σικελίᾳ κατάστασιν εὐφυεστάτην οὖσαν πρὸς ἐπίθεσιν ἠμφισβήτησαν τῆς κατὰ τὴν νῆσον ἡγεμονίας·
まさにこの時期、アクラガス人たちはシケリアの状況が攻勢に出るのに極めて好都合であると見て、島における覇権を争い求めた。
§20.31.3ὑπελάμβανον γὰρ Καρχηδονίους μὲν μόγις ἀνθέξειν τῷ πρὸς Ἀγαθοκλέα πολέμῳ, Δεινοκράτην δʼ εὐκαταγώνιστον εἶναι συνηθροικότα φυγαδικὴν στρατιάν, τοὺς δʼ ἐν ταῖς Συρακούσσαις θλιβομένους τῇ σιτοδείᾳ μηδʼ ἐγχειρήσειν ἀμφισβητεῖν τῶν πρωτείων, τὸ δὲ μέγιστον, τὴν στρατείαν ἑαυτῶν ποιουμένων ἐπʼ ἐλευθερώσει τῶν πόλεων ἀσμένως ἅπαντας ὑπακούσεσθαι διά τε τὸ πρὸς τοὺς βαρβάρους μίσος καὶ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας.
というのも、彼らはカルタゴ人についてはアガトクレスとの戦争に耐えるのがやっとであろうと考え、デイノクラテスについては、亡命者の軍勢を集めただけなので容易に打ち負かせると考え、シュラクサイにいる者たちは食糧不足に苦しんでいるため覇権を争うことなど企てさえしないだろうと考え、そして最も重要なことに、自分たちが諸都市の解放のために遠征を行うならば、異民族に対する憎悪と、すべての人に生まれつき備わっている自律への望みのために、すべての者が喜んで従うだろうと考えたからである。
§20.31.4οὗτοι μὲν οὖν ἑλόμενοι στρατηγὸν Ξενόδικον καὶ τὴν ἁρμόζουσαν δόντες δύναμιν ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον·
そこで、彼らはクセノディコスを将軍に選び、適切な軍勢を与えて戦争に送り出した。
ὁ δὲ παραχρῆμα ἐπὶ τὴν Γέλαν ὁρμήσας καὶ διά τινων ἰδιοξένων νυκτὸς εἰσαχθεὶς ἐκυρίευσε τῆς πόλεως ἅμα καὶ δυνάμεως ἁδρᾶς καὶ χρημάτων.
彼は直ちにゲラへと向かい、個人的な馴染みの者たちを通じて夜間に引き入れられ、市を手に入れると同時に、強力な軍勢と資金をも手に入れた。
§20.31.5ἐλευθερωθέντες οὖν οἱ Γελῷοι προθυμότατα πανδημεὶ συστρατεύοντες ἠλευθέρουν τὰς πόλεις.
こうして解放されたゲラ人たちは、きわめて熱心に市民総出で遠征に加わり、諸都市を解放していった。
διαβοηθείσης δὲ τῆς τῶν Ἀκραγαντίνων ἐπιβολῆς κατὰ πᾶσαν τὴν νῆσον ἐνέπεσεν ὁρμὴ ταῖς πόλεσι πρὸς τὴν ἐλευθερίαν.
アクラガス人たちの企てが島全体に知れ渡ると、諸都市に自由へと向かう熱意が沸き起こった。
καὶ πρῶτοι μὲν Ἐνναῖοι πέμψαντες τὴν πόλιν τοῖς Ἀκραγαντίνοις παρέδωκαν·
そして最初にエンナ人たちが使者を送って、市をアクラガス人たちに引き渡した。
οἱ δὲ ταύτην ἐλευθερώσαντες παρῆλθον ἐπὶ τὸν Ἐρβησσόν, φρουρᾶς ἐν αὐτῷ παραφυλαττούσης τὴν πόλιν.
彼らはここを解放すると、エルベッソスへと進んだ。 そこでは守備隊が市を警備していた。
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν πολιτικῶν συνεργησάντων συνέβη τὴν φρουρὰν ἁλῶναι καὶ πολλοὺς μὲν πεσεῖν τῶν βαρβάρων, εἰς πεντακοσίους δὲ θεμένους τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς.
激しい戦闘が起こり、市民たちも協力したため、守備隊は制圧され、異民族の多くが倒れ、約五百人が武器を置いて降伏するに至った。

語釈・文法注

  1. 20.31.1γεγονότων εὐτυχημάτων ἀπαγγελοῦντας — 直前のチャンクの末尾にある `ἀπέστειλαν τοὺς κομιοῦντας...` から文法的に継続している。未来能動態分詞 `ἀπαγγελοῦντας` は目的(「〜を報告させるために」)を表し、対格・複数・男性で先行の `τοὺς κομιοῦντας` に呼応している。
  2. 20.31.3τὴν στρατείαν ἑαυτῶν ποιουμένων — 属格独立構文であり、ここでは条件(「もし自分たちが遠征を行うならば」)のニュアンスを帯びている。意味上の主語は `ἑαυτῶν`(アクラガス人自身)であり、後続の対格不定詞句 `ἅπαντας ὑπακούσεσθαι`(主動詞 `ὑπελάμβανον` の目的語)に対して条件的な背景を提示する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.31.1-20.31.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.31.1-20.31.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。