§20.30.1εἰκότως δʼ ἄν τις παρασημήναιτο τὴν ἀνωμαλίαν τῆς τύχης καὶ τὸ παράλογον τῶν παρὰ τὰς ὑπολήψεις συντελουμένων παρʼ ἀνθρώποις.
正当にも人は運命の不規則性と、人間の間で予想に反して達成される事柄の不条理を指摘するであろう。
Ἀγαθοκλῆς μὲν γὰρ ἀνδρείᾳ διαφέρων καὶ πολλὴν δύναμιν ἐσχηκὼς τὴν συναγωνισαμένην περὶ τὸν Ἱμέραν οὐ μόνον ὑπὸ τῶν βαρβάρων ἡττήθη κατὰ κράτος, ἀλλὰ καὶ τῆς στρατιᾶς τὴν κρατίστην καὶ πλείστην ἀπέβαλεν·
というのも、アガトクレスは勇気において優れ、ヒメラ川の辺りで共に戦った多くの軍勢を有していたものの、異民族によって力ずくで破られただけでなく、軍勢のうち最も精強で最も多数の者を失ったからである。
οἱ δὲ τειχήρεις ἀποληφθέντες ἐν ταῖς Συρακούσσαις μικρῷ μέρει τῶν προηττηθέντων οὐ μόνον τὴν πολιορκήσασαν δύναμιν ἐχειρώσαντο τῶν Καρχηδονίων, ἀλλὰ καὶ τὸν στρατηγὸν Ἀμίλκαν, ἐπιφανέστατον ὄντα τῶν πολιτῶν, ἐζώγρησαν·
これに対して、シュラクサイの中に閉じ込められていた者たちは、以前に敗北した者たちのわずかな一部によって、包囲していたカルタゴ人の軍勢を制圧しただけでなく、市民の中で最も著名であった将軍アミルカスを生け捕りにした。
καὶ τὸ θαυμασιώτατον, δώδεκα μυριάδας πεζῶν καὶ πεντακισχιλίους ἱππεῖς ὀλίγος ἀριθμὸς πολεμίων, προσλαβόμενος ἀπάτην καὶ τόπον, κατὰ κράτος ἥττησεν, ὥστʼ ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι πολλὰ τὰ κενὰ τοῦ πολέμου.
そして最も驚くべきことに、十二万の歩兵と五千の騎兵を、少数の敵が、欺瞞と地形を味方にすることによって力ずくで打ち破った。 その結果、「戦争の不確実なものは多い」という諺は真実となった。
§20.30.2μετὰ δὲ τὴν τροπὴν οἱ μὲν Καρχηδόνιοι ἄλλοι κατʼ ἄλλους τόπους διασπαρέντες μόγις εἰς τὴν ὑστεραίαν ἠθροίσθησαν, οἱ δὲ Συρακόσιοι μετὰ πολλῶν λαφύρων ἐπανελθόντες εἰς τὴν πόλιν τὸν Ἀμίλκαν παρέδοσαν τοῖς βουλομένοις λαμβάνειν παρʼ αὐτοῦ τιμωρίαν·
敗走の後、カルタゴ人たちはあちこちの場所に散り散りになり、翌日になってようやく集結したが、シュラクサイ人たちは多くの戦利品を携えて市に帰還し、アミルカスから報復を受けたいと望む者たちに彼を引き渡した。
ἀνεμιμνήσκοντο δὲ καὶ τῆς τοῦ μάντεως φωνῆς, ὃς ἔφησεν αὐτὸν εἰς τὴν ὑστεραίαν εἰς Συρακούσσας δειπνήσειν, τοῦ δαιμονίου παραγαγόντος τἀληθές.
また彼らは、翌日には彼がシュラクサイで夕食をとるであろうと語った予言者の言葉を思い出していた。 神的な力が真実を[そのように]もたらしたからである。
§20.30.3τὸν δʼ οὖν Ἀμίλκαν οἱ τῶν ἀπολωλότων συγγενεῖς δεδεμένον ἀγαγόντες διὰ τῆς πόλεως καὶ δειναῖς αἰκίαις κατʼ αὐτοῦ χρησάμενοι μετὰ τῆς ἐσχάτης ὕβρεως ἀνεῖλον.
そこで、死者たちの親族はアミルカスを縛り上げて市中を引き回し、彼に対して恐ろしい拷問を加えたのち、極限の屈辱を与えて殺害した。
εἶθʼ οἱ μὲν τῆς πόλεως προεστηκότες ἀποκόψαντες αὐτοῦ τὴν κεφαλὴν ἀπέστειλαν τοὺς κομιοῦντας εἰς τὴν Διβύην πρὸς Ἀγαθοκλέα καὶ περὶ τῶν
その後、市の指導者たちは彼の首を切り落とし、リビュアのアガトクレスのもとへと届ける者たちを送り、また〜について