Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.29.1-20.29.11

哈米尔卡夜袭叙拉古失败与被俘

第 217 段,共 301 段 · 希腊语

内容简介

莱西马科斯创立莱西马基亚,阿雷塔斯之子继承斯巴达王位。同时在西西里,哈米尔卡率领的迦太基军队企图夜袭叙拉古,但因地形不熟和内部大混乱而惨败,哈米尔卡本人被俘。

§20.29.1ἅμα δὲ τούτοις πραττομένοις Λυσίμαχος μὲν ἐν Χερρονήσῳ πόλιν ἔκτισεν ἀφʼ ἑαυτοῦ Λυσιμαχίαν καλέσας.
在这些事情发生期间,莱西马科斯在赫索尼索斯建立了一座城市,以自己的名字命名为莱西马基亚。
Κλεομένης δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑξήκοντα καὶ μῆνας δέκα, τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ Ἀρέτα υἱὸς ἦρξεν ἔτη τέσσαρα πρὸς τοῖς τεσσαράκοντα.
而拉刻代蒙人的国王克里昂米尼在统治了六十年零十个月后去世,继承了王位的阿雷塔斯之子统治了四十四年。
§20.29.2περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀμίλκας ὁ τῶν ἐν Σικελίᾳ δυνάμεων στρατηγὸς τὰ λοιπὰ τῶν χωρίων χειρωσάμενος προῆγεν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Συρακούσσας, ὡς καὶ ταύτας αἱρήσων κατὰ κράτος.
大约在同一时期,西西里军队的统帅哈米尔卡在制服了其余的据点后,率领军队向叙拉古推进,企图也用武力夺取这座城市。
§20.29.3τὴν μὲν οὖν σιτοπομπείαν διεκώλυε πολὺν ἤδη χρόνον θαλασσοκρατῶν, τοὺς δʼ ἐπὶ τῆς χώρας καρποὺς καταφθείρας ἐπεβάλετο καταλαβέσθαι τοὺς περὶ τὸ Ὀλύμπιον τόπους, κειμένους μὲν πρὸ τῆς πόλεως· εὐθὺς δὲ καὶ προσβάλλειν ἐξ ἐφόδου τοῖς τείχεσι διεγνώκει, τοῦ μάντεως εἰρηκότος αὐτῷ κατὰ τὴν ἐπίσκεψιν τῶν ἱερῶν ὅτι τῇ μετὰ ταύτην ἡμέρᾳ πάντως ἐν Συρακούσσαις δειπνήσει.
因此,一方面,他早已凭借控制海权阻断了粮食输送,另一方面,在摧毁了该地区的庄稼后,他着手占领位于城市前方的奥林匹亚神庙周围的地区;而且他已经决定立即发起强攻袭击城墙,因为占卜师在检验祭品时曾告诉他,在次日他必然会在叙拉古享用晚餐。
§20.29.4οἱ δʼ ἐκ τῆς πόλεως αἰσθόμενοι τὴν ἐπίνοιαν τῶν πολεμίων ἐξέπεμψαν τῶν μὲν πεζῶν νυκτὸς περὶ τρισχιλίους καὶ τῶν ἱππέων περὶ τετρακοσίους, προστάξαντες καταλαβέσθαι τὸν Εὐρύηλον.
但城内的人察觉到了敌人的意图,在夜间派出了大约三千名步兵和大约四百名骑兵,命令他们占领欧里亚鲁斯。
§20.29.5ταχὺ δὲ τούτων τὸ παραγγελθὲν πραξάντων οἱ Καρχηδόνιοι νυκτὸς οὔσης προσῆγον, νομίζοντες λήσεσθαι τοὺς πολεμίους.
当这些人迅速执行了命令后,迦太基人在夜色中前进,以为不会被敌人察觉。
ἡγεῖτο μὲν οὖν Ἀμίλκας πάντων, ἔχων τοὺς ἀεὶ περὶ ἑαυτὸν τεταγμένους, ἐπηκολούθει δὲ Δεινοκράτης, τῶν ἱππέων εἰληφὼς τὴν ἡγεμονίαν.
阿米尔卡率领全体人员,身旁带着常随的卫队,而接管了骑兵指挥权的狄诺克拉底则紧随其后。
§20.29.6τὸ δὲ τῶν πεζῶν στρατόπεδον εἰς δύο φάλαγγας διῄρητο, τήν τε τῶν βαρβάρων καὶ τὴν τῶν συμμαχούντων Ἑλλήνων.
步兵军队被分为两个方阵,即蛮族方阵和盟友希腊人方阵。
παρηκολούθει δὲ καὶ πλῆθος ὄχλου παντοδαπὸν ἐκτὸς τῆς τάξεως ὠφελείας ἕνεκα, χρείαν μὲν στρατιωτικὴν οὐδεμίαν παρεχόμενον, θορύβου δὲ καὶ ταραχῆς ἀλόγου γινόμενον αἴτιον, ἐξ ὧν πολλάκις ὁλοσχερέστεροι συμβαίνουσι κίνδυνοι.
此外,还有各式各样混杂的乌合之众为了获取战利品而跟随在队列之外,他们不仅没有提供任何军事用途,反而成了无理喧哗和混乱的源头,往往由此产生更彻底的危险。
§20.29.7καὶ τότε δὲ τῶν ὁδῶν στενῶν οὐσῶν καὶ τραχειῶν οἱ μὲν τὰ σκευοφόρα κομίζοντες καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων τινὲς ἐβάδιζον πρὸς ἀλλήλους φιλοτιμούμενοι περὶ τῆς ὁδοιπορίας· στενοχωρουμένου δὲ τοῦ πλήθους καὶ διὰ τοῦτό τισιν ἐγγενομένης ἁψιμαχίας καὶ πολλῶν ἑκατέροις παραβοηθούντων κραυγὴ καὶ πολὺς θόρυβος κατεῖχε τὸ στρατόπεδον.
此时,由于道路狭窄且崎岖,运送行李的人和一些在队列外随行的人因争夺道路而互相争执;由于人群拥挤在狭窄的空间,并因此在一些人之间爆发了小冲突,双方都有许多人前来协助,呼喊声和极大的混乱笼罩了整个营地。
§20.29.8καθʼ ὃν δὴ χρόνον οἱ κατειληφότες τὸν Εὐρύηλον Συρακόσιοι μετὰ θορύβου προσιόντας τοὺς πολεμίους αἰσθόμενοι καὶ τόπους ἔχοντες ὑπερδεξίους ὥρμησαν ἐπὶ τοὺς πολεμίους.
正是在这个时候,占领了欧里亚鲁斯的叙拉古人察觉到敌人正嘈杂地逼近,并且由于占据了地势较高的有利位置,便向敌人发起了冲锋。
§20.29.9καὶ τινὲς μὲν ἐπὶ τοῖς ὑψηλοῖς ἑστῶτες ἔβαλλον τοὺς ἐπιόντας, τινὲς δὲ τοὺς εὐκαίρους τῶν τόπων καταλαβόντες ἀπέκλειον τῆς ὁδοῦ τοὺς βαρβάρους, ἄλλοι δὲ κατὰ τῶν κρημνῶν τοὺς φεύγοντας ῥίπτειν ἑαυτοὺς ἠνάγκαζον· διὰ γὰρ τὸ σκότος καὶ τὴν ἄγνοιαν ὑπελήφθησαν μεγάλῃ δυνάμει παραγεγονέναι πρὸς τὴν ἐπίθεσιν.
有些人站在高处投掷武器击打进攻的敌人,有些人占据了有利地形切断了蛮族的去路,另一些人则迫使逃跑的人坠落悬崖;因为在黑暗中且由于情况不明,人们以为他们是带着大军前来袭击的。
§20.29.10οἱ δὲ Καρχηδόνιοι τὰ μὲν διὰ τὴν τῶν ἰδίων ταραχήν, τὰ δὲ διὰ τὴν τῶν πολεμίων ἐπιφάνειαν ἐλαττούμενοι, μάλιστα δὲ διὰ τὴν ἀπειρίαν τῶν τόπων καὶ στενοχωρίαν ἀπορούμενοι πρὸς φυγὴν ἐτράπησαν.
而迦太基人一方面由于己方的混乱,另一方面由于敌人的出现而处于劣势,尤其是因为对地形不熟悉和空间狭窄而手足无措,于是开始逃跑。
οὐκ ἐχόντων δὲ τῶν τόπων εὐρυχωρῆ διέξοδον οἱ μὲν ὑπὸ τῶν ἰδίων ἱππέων συνεπατοῦντο πολλῶν ὄντων, οἱ δὲ πρὸς ἀλλήλους ὡς πολέμιοι διεμάχοντο, τῆς ἀγνοίας ἐπισχούσης διὰ τὴν νύκτα.
由于那些地方没有宽阔的出口,有些人被己方的众多骑兵踩踏,另一些人则在夜色的掩盖下因不明真相而像敌人一样互相残杀。
§20.29.11Ἀμίλκας δὲ τὸ μὲν πρῶτον ὑπέστη τοὺς πολεμίους εὐρώστως καὶ τοὺς περὶ αὑτὸν τεταγμένους ἠξίου συγκινδυνεύειν· μετὰ δὲ ταῦτα διὰ τὴν ταραχὴν καὶ τὸν φόβον ἐγκαταλιπόντων αὐτὸν τῶν στρατιωτῶν μονωθεὶς ὑπὸ τῶν Συρακοσίων συνηρπάγη.
哈米尔卡起初英勇地抵抗敌人,并要求身旁的人共同面对危险;但在此之后,由于士兵们因混乱和恐惧而抛弃了他,他孤立无援,被叙拉古人俘虏。

词汇与语法注释

  1. 20.29.3δειπνήσει — 在 ὅτι 引导的从句中使用了直陈语气将来时,以间接引语的形式从过去的视角表述将来。该预言暗含戏剧性的讽刺,暗示哈米尔卡次日确实会在叙拉古“用餐”,但却是作为俘虏。
  2. 20.29.5λήσεσθαι — 动词 λανθάνω 的将来时不定式,其逻辑主语为主句的主语(οἱ Καρχηδόνιοι)。该动词通常伴随分词,但在此处它单独使用,并带有宾格宾语 τοὺς πολεμίους,意思是“不被敌人察觉”。
  3. 20.29.9ὑπελήφθησαν — 动词 ὑπολαμβάνω 的被动语态第三人称复数形式。它构成了一种人称结构(主格配不定式),其中主语(叙拉古人)被理解为不定式的逻辑主语,即“他们被认为带着大军前来袭击”。这种结构比无人称的“据认为……”更为紧凑,突出了主语的动作。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.29.1-20.29.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.29.1-20.29.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。