§20.29.1ἅμα δὲ τούτοις πραττομένοις Λυσίμαχος μὲν ἐν Χερρονήσῳ πόλιν ἔκτισεν ἀφʼ ἑαυτοῦ Λυσιμαχίαν καλέσας.
同時にこれらのことが行われている間に、ルシマコスはヘルソネソスに自身の名にちなんでルシマキアと呼ぶ都市を創建した。
Κλεομένης δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑξήκοντα καὶ μῆνας δέκα, τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ Ἀρέτα υἱὸς ἦρξεν ἔτη τέσσαρα πρὸς τοῖς τεσσαράκοντα.
ラケダイモン人の王クレオメネスは、六十年と十ヶ月の間統治したのちに没し、王位を継承したアレタの子が四十四年間統治した。
§20.29.2περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀμίλκας ὁ τῶν ἐν Σικελίᾳ δυνάμεων στρατηγὸς τὰ λοιπὰ τῶν χωρίων χειρωσάμενος προῆγεν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Συρακούσσας, ὡς καὶ ταύτας αἱρήσων κατὰ κράτος.
ほぼ同じ時期に、シケリアの軍勢の将軍アミルカスは、残りの拠点を制圧したのち、軍勢を率いてシュラクサイへと進軍した。 そこをも力ずくで攻略するつもりであった。
§20.29.3τὴν μὲν οὖν σιτοπομπείαν διεκώλυε πολὺν ἤδη χρόνον θαλασσοκρατῶν, τοὺς δʼ ἐπὶ τῆς χώρας καρποὺς καταφθείρας ἐπεβάλετο καταλαβέσθαι τοὺς περὶ τὸ Ὀλύμπιον τόπους, κειμένους μὲν πρὸ τῆς πόλεως·
さて、彼はすでに長い間、海を支配することによって穀物の輸送を阻止していたが、土地の作物を荒廃させると、市の手前に位置するオリュンピエイオンの周辺の場所を占領することに着手した。
εὐθὺς δὲ καὶ προσβάλλειν ἐξ ἐφόδου τοῖς τείχεσι διεγνώκει, τοῦ μάντεως εἰρηκότος αὐτῷ κατὰ τὴν ἐπίσκεψιν τῶν ἱερῶν ὅτι τῇ μετὰ ταύτην ἡμέρᾳ πάντως ἐν Συρακούσσαις δειπνήσει.
また、直ちに強襲によって城壁を攻撃することを決意していた。 犠牲の検分の際に、予言者が彼に対して、その翌日には必ずシュラクサイで夕食をとるであろう、と告げていたからである。
§20.29.4οἱ δʼ ἐκ τῆς πόλεως αἰσθόμενοι τὴν ἐπίνοιαν τῶν πολεμίων ἐξέπεμψαν τῶν μὲν πεζῶν νυκτὸς περὶ τρισχιλίους καὶ τῶν ἱππέων περὶ τετρακοσίους, προστάξαντες καταλαβέσθαι τὸν Εὐρύηλον.
しかし、市内の人々は敵の意図を察知し、夜間に歩兵約三千名と騎兵約四百名を派遣し、エウリュアロスを占領するよう命じた。
§20.29.5ταχὺ δὲ τούτων τὸ παραγγελθὲν πραξάντων οἱ Καρχηδόνιοι νυκτὸς οὔσης προσῆγον, νομίζοντες λήσεσθαι τοὺς πολεμίους.
彼らが命じられたことを速やかに実行に移すと、カルタゴ勢は夜間のうちに、敵に気づかれないだろうと考えながら進軍した。
ἡγεῖτο μὲν οὖν Ἀμίλκας πάντων, ἔχων τοὺς ἀεὶ περὶ ἑαυτὸν τεταγμένους, ἐπηκολούθει δὲ Δεινοκράτης, τῶν ἱππέων εἰληφὼς τὴν ἡγεμονίαν.
アミルカスが自らの身辺に常に配されている者たちを従えて全員を率い、騎兵の指揮権を委ねられていたデイノクラテスがこれに続いた。
§20.29.6τὸ δὲ τῶν πεζῶν στρατόπεδον εἰς δύο φάλαγγας διῄρητο, τήν τε τῶν βαρβάρων καὶ τὴν τῶν συμμαχούντων Ἑλλήνων.
歩兵の軍勢は、異民族のファランクスと同盟関係にあるギリシア人のファランクスの二つに分割されていた。
παρηκολούθει δὲ καὶ πλῆθος ὄχλου παντοδαπὸν ἐκτὸς τῆς τάξεως ὠφελείας ἕνεκα, χρείαν μὲν στρατιωτικὴν οὐδεμίαν παρεχόμενον, θορύβου δὲ καὶ ταραχῆς ἀλόγου γινόμενον αἴτιον, ἐξ ὧν πολλάκις ὁλοσχερέστεροι συμβαίνουσι κίνδυνοι.
また、戦利品を目当てにして、隊列の外からあらゆる種類の雑多な群衆が付き従っていたが、彼らは軍事的な用にはまったく役立たない一方で、理不尽な騒乱と混乱を引き起こす原因となり、それによってしばしばより致命的な危険が生じるものであった。
§20.29.7καὶ τότε δὲ τῶν ὁδῶν στενῶν οὐσῶν καὶ τραχειῶν οἱ μὲν τὰ σκευοφόρα κομίζοντες καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων τινὲς ἐβάδιζον πρὸς ἀλλήλους φιλοτιμούμενοι περὶ τῆς ὁδοιπορίας·
そしてこの時も、道が狭く険しかったため、荷物を運ぶ者たちや、隊列の外から付き従っていた一部の者たちが、進路を争って互いに競い合って歩いていた。
στενοχωρουμένου δὲ τοῦ πλήθους καὶ διὰ τοῦτό τισιν ἐγγενομένης ἁψιμαχίας καὶ πολλῶν ἑκατέροις παραβοηθούντων κραυγὴ καὶ πολὺς θόρυβος κατεῖχε τὸ στρατόπεδον.
群衆が狭い場所に密集したため、そのせいで一部の者たちの間で小競り合いが生じ、双方が多くの者を加勢に呼んだため、叫び声と大きな騒乱が陣営を支配した。
§20.29.8καθʼ ὃν δὴ χρόνον οἱ κατειληφότες τὸν Εὐρύηλον Συρακόσιοι μετὰ θορύβου προσιόντας τοὺς πολεμίους αἰσθόμενοι καὶ τόπους ἔχοντες ὑπερδεξίους ὥρμησαν ἐπὶ τοὺς πολεμίους.
まさにその時、エウリュアロスを占領していたシュラクサイ人たちは、敵が騒ぎながら近づいてくるのを察知し、有利な高地を占めていたため、敵に向かって突撃した。
§20.29.9καὶ τινὲς μὲν ἐπὶ τοῖς ὑψηλοῖς ἑστῶτες ἔβαλλον τοὺς ἐπιόντας, τινὲς δὲ τοὺς εὐκαίρους τῶν τόπων καταλαβόντες ἀπέκλειον τῆς ὁδοῦ τοὺς βαρβάρους, ἄλλοι δὲ κατὰ τῶν κρημνῶν τοὺς φεύγοντας ῥίπτειν ἑαυτοὺς ἠνάγκαζον·
そして、ある者たちは高い場所に立って攻め寄せてくる者を射て、ある者たちは要地を占拠して異民族たちの退路を断ち、また他の者たちは逃げる者たちを崖から身を投げるように仕向けた。
διὰ γὰρ τὸ σκότος καὶ τὴν ἄγνοιαν ὑπελήφθησαν μεγάλῃ δυνάμει παραγεγονέναι πρὸς τὴν ἐπίθεσιν.
というのも、暗闇と状況がわからないことのために、彼らが大軍で攻撃にやってきたのだと思われたからである。
§20.29.10οἱ δὲ Καρχηδόνιοι τὰ μὲν διὰ τὴν τῶν ἰδίων ταραχήν, τὰ δὲ διὰ τὴν τῶν πολεμίων ἐπιφάνειαν ἐλαττούμενοι, μάλιστα δὲ διὰ τὴν ἀπειρίαν τῶν τόπων καὶ στενοχωρίαν ἀπορούμενοι πρὸς φυγὴν ἐτράπησαν.
一方、カルタゴ勢は、一つには味方の混乱のため、他方では敵の出現のために劣勢に立たされ、何よりも地形の不慣れと狭隘さのために途方に暮れて、敗走へと転じた。
οὐκ ἐχόντων δὲ τῶν τόπων εὐρυχωρῆ διέξοδον οἱ μὲν ὑπὸ τῶν ἰδίων ἱππέων συνεπατοῦντο πολλῶν ὄντων, οἱ δὲ πρὸς ἀλλήλους ὡς πολέμιοι διεμάχοντο, τῆς ἀγνοίας ἐπισχούσης διὰ τὴν νύκτα.
その場所には広い退路がなかったため、ある者たちは味方の多くの騎兵に踏みつけられ、またある者たちは、夜のために判断がつかなくなって、互いに敵同士であるかのように戦った。
§20.29.11Ἀμίλκας δὲ τὸ μὲν πρῶτον ὑπέστη τοὺς πολεμίους εὐρώστως καὶ τοὺς περὶ αὑτὸν τεταγμένους ἠξίου συγκινδυνεύειν· μετὰ δὲ ταῦτα διὰ τὴν ταραχὴν καὶ τὸν φόβον ἐγκαταλιπόντων αὐτὸν τῶν στρατιωτῶν μονωθεὶς ὑπὸ τῶν Συρακοσίων συνηρπάγη.
アミルカスは最初は敵に対して力強く持ちこたえ、身辺の者たちに危険を共にするよう求めたが、その後、混乱と恐怖のために兵士たちが彼を見捨てて逃げ去ったため、孤立し、シュラクサイ人たちによって捕らえられた。