§20.18.1ἀναζεύξαντος οὖν αὐτοῦ καὶ πλείους ἡμέρας ὁδοιποροῦντος Καρχηδόνιοι τὴν ἐκ Σικελίας διακομισθεῖσαν δύναμιν καὶ τὴν ἄλλην στρατιὰν προαγαγόντες πάλιν τὸν Τύνητα πολιορκεῖν ἐπεχείρησαν καὶ τῶν χωρίων οὐκ ὀλίγα τῶν ὑπὸ τοὺς πολεμίους ὄντων ἀνεκτήσαντο.
したがって、彼が出発して数日間進軍していたところ、カルタゴ人はシケリアから輸送された軍勢とその他の軍勢を率いて、再びテュネスを包囲することを試み、敵の支配下にある地域の少なからぬ数を奪還した。
Ἀγαθοκλῆς δέ, βιβλιαφόρων αὐτῷ παραγεγενημένων ἀπὸ τοῦ Τύνητος καὶ τὰ πεπραγμένα τοῖς Φοίνιξι διασαφούντων, εὐθὺς ἀνέστρεψεν.
しかしアガトクレスは、書状を持った使者たちがテュネスから彼のところにやって来て、フェニキア人によってなされたことを報告したため、ただちに引き返した。
§20.18.2ὡς δʼ ἀπέσχε τῶν πολεμίων σταδίους διακοσίους, κατεστρατοπέδευσε καὶ τοῖς στρατιώταις πυρὰ κάειν ἀπηγόρευσεν.
そして、彼が敵から二百スタディオン離れたとき、陣を敷き、兵士たちに篝火を燃やすことを禁じた。
χρησάμενος δὲ νυκτοπορίᾳ προσέπεσεν ἅμʼ ἡμέρᾳ τοῖς τε προνομεύουσι τὴν χώραν καὶ τοῖς ἐκτὸς τῆς παρεμβολῆς ἄνευ τάξεως πλανωμένοις καὶ φονεύσας μὲν ὑπὲρ δισχιλίους, ζωγρήσας δʼ οὐκ ὀλίγους πολλὰ πρὸς τὸ μέλλον ἐπλεονέκτησεν.
そして夜間行軍を行って、夜明けとともに、地方を略奪している者たちや、陣営の外を秩序なく彷徨っている者たちに急襲をかけ、二千人以上を殺害し、少なからぬ人々を生け捕りにして、将来に向けて大きな優位を得た。
§20.18.3οἱ γὰρ Καρχηδόνιοι τῆς ἐκ Σικελίας προσγενομένης βοηθείας καὶ τῶν κατὰ Λιβύην συμμάχων συναγωνιζομένων ἐδόκουν ὑπερέχειν τῶν περὶ τὸν Ἀγαθοκλέα·
カルタゴ人たちは、シケリアから到着した援助とリビアの同盟者たちが共に戦っていたため、アガトクレスの軍勢より優勢であると思われていたからである。
τούτου δὲ ἐπὶ τοῦ προτερήματος γενομένου πάλιν συνεστάλη τὰ φρονήματα τῶν βαρβάρων.
しかし、この勝利がもたらされると、野蛮人たちの気勢は再びくじかれた。
καὶ γὰρ Αἰλύμαν τὸν βασιλέα τῶν Λιβύων ἀποστάτην γενόμενον ἐνίκησεν μάχῃ καὶ τόν τε δυνάστην καὶ πολλοὺς τῶν βαρβάρων ἀνεῖλεν.
というのも、彼は離反したリビア人の王アイリュマスを戦闘で破り、この支配者と多くの野蛮人を殺害したからである。
καὶ τὰ μὲν περὶ Σικελίαν καὶ Λιβύην ἐν τούτοις ἦν.
そして、シケリアとリビアに関する事柄は、このような状態にあった。