§20.108.1Ἀντίγονος δὲ προκεχειρισμένος ἀγῶνα μέγαν καὶ πανήγυριν ἐν Ἀντιγονίᾳ συντελεῖν πάντοθεν ἀθλητάς τε καὶ τεχνίτας τοὺς ἐπιφανεστάτους ἐπὶ μεγάλοις ἄθλοις καὶ μισθοῖς ἠθροίκει.
安提柯原计划在安提戈尼亚举行盛大的竞技会和节日庆典,并以丰厚的奖品和酬金,从四面八方召集了最著名的竞技者和艺术家。
ὡς δʼ ἤκουσε τὴν Λυσιμάχου διάβασιν καὶ τῶν στρατηγῶν τὴν ἀπόστασιν, τὸν μὲν ἀγῶνα διέλυσε, τοῖς δʼ ἀθληταῖς καὶ τοῖς τεχνίταις ἀπέδωκε μισθοὺς οὐκ ἐλάττους διακοσίων ταλάντων.
然而,当他听说利西马科斯渡海以及将领们叛变的消息后,他取消了竞技会,并向这些竞技者和艺术家支付了不下于两百塔兰同的酬金。
§20.108.2αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ὥρμησεν ἐκ τῆς Συρίας σύντομον τὴν πορείαν ποιούμενος ἐπὶ τοὺς πολεμίους.
他自己则亲率大军,从叙利亚出发,强行军奔向敌人。
εἰς δὲ Ταρσὸν τῆς Κιλικίας ἀφικόμενος ἐξ ὧν κατεκόμισε χρημάτων ἐκ τῶν Κουΐνδων τὸ στρατόπεδον εἰς τρεῖς μῆνας ἐμισθοδότησεν.
抵达基利家的塔尔苏斯后,他用从昆达运下来的资金,给军队发放了三个月的薪饷。
§20.108.3χωρὶς δὲ τούτων τρισχίλια τάλαντα μετὰ τῆς δυνάμεως ἐκόμιζεν, ὅπως τοιαύτην ἔχῃ τὴν χορηγίαν, ὅταν αὐτῷ χρεία γένηται χρημάτων.
除此以外,他随军携带了三千塔兰同,以便在需要资金时拥有这样的储备。
ἔπειτα τὸν Ταῦρον ὑπερβαλὼν προῆγεν ἐπὶ Καππαδοκίας καὶ τοὺς ἀφεστηκότας περὶ τὴν ἄνω Φρυγίαν καὶ Λυκαονίαν ἐπιπορευόμενος πάλιν εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησεν.
随后,他越过托罗斯山脉,向卡帕多西亚推进,并巡视了在上弗里吉亚和吕考尼亚一带叛变的人,使他们重新回到了先前的同盟关系中。
§20.108.4καθʼ ὃν δὴ χρόνον οἱ περὶ τὸν Λυσίμαχον πυθόμενοι τὴν τῶν πολεμίων παρουσίαν συνήδρευον, βουλευόμενοι πῶς χρηστέον εἴη τοῖς ἐπιφερομένοις κινδύνοις.
就在此时,利西马科斯及其部属得知了敌人的到来,召开了会议,商讨如何应对迫在眉睫的危险。
§20.108.5ἔδοξεν οὖν αὐτοῖς εἰς μὲν μάχην μὴ συγκαταβαίνειν, ἕως ἂν οἱ περὶ Σέλευκον ἐκ τῶν ἄνω σατραπειῶν καταβῶσι, τόπους δὲ ὀχυροὺς καταλαβέσθαι καὶ χάρακι καὶ τάφρῳ τὴν στρατοπεδείαν ἀσφαλισαμένους ὑπομένειν τῶν πολεμίων τὴν ἔφοδον.
因此,他们决定在塞琉古及其军队从上部行省下来之前绝不迎战,而是占领险要地势,用栅栏和战壕加固营地,以此等待敌人的进攻。
οὗτοι μὲν οὖν τὸ δοχθὲν αὐτοῖς ἐπετέλουν κατὰ σπουδήν.
于是,他们急忙付诸实施所作出的决定。
ὁ δʼ Ἀντίγονος ἐπεὶ πλησίον ἐγένετο τῶν πολεμίων, ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο εἰς μάχην.
而安提柯在接近敌人后,整列好军队,向他们挑战。
§20.108.6οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος αὐτὸς μὲν κατελάβετο τόπους τινάς, διʼ ὧν ἀναγκαῖον ἦν τὰς τροφὰς τοῖς ἐναντίοις παρακομίζεσθαι·
由于无人敢于出战,安提柯便亲自占领了若干隘口,这些地方是敌人运送粮食的必经之路。
οἱ δὲ περὶ τὸν Λυσίμαχον φοβηθέντες μήποτε τῆς ἀγορᾶς ἀποκοπείσης ὑποχείριοι γένωνται τοῖς πολεμίοις, νυκτὸς ἀνέζευξαν καὶ διατείναντες σταδίους τετρακοσίους κατεστρατοπέδευσαν περὶ Δορύλαιον·
利西马科斯及其部属害怕一旦粮道被切断就会落入敌手,于是在夜间撤退,连续行军四百斯塔迪翁,在多里莱翁附近驻扎下来。
§20.108.7εἶχε γὰρ τὸ χωρίον σίτου τε καὶ τῆς ἄλλης χορηγίας πλῆθος καὶ ποταμὸν παραρρέοντα δυνάμενον ἀσφάλειαν παρέχεσθαι τοῖς παρʼ αὐτὸν στρατοπεδεύουσι.
因为该地拥有丰富的粮食和其他物资,且有一条河流经其旁,能给在其附近驻军的人提供安全保障。
βαλόμενοι δὲ στρατοπεδείαν ὠχύρωσαν τὴν παρεμβολὴν βαθείᾳ τάφρῳ καὶ τριπλῷ χάρακι.
他们构筑营垒,用深沟和三重栅栏加固了营地。