Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.109.1-20.109.7

安提柯与利西马科斯的冬营与求援

第 297 段,共 301 段 · 希腊语

内容简介

安提柯追击并包围了撤退的利西马科斯军队,但因恶劣天气被迫停止追击,分兵进入冬营。得知塞琉古逼近后,安提柯向德米特里求援,而利西马科斯也通过姻亲关系确保了物资供应并进入冬营。

§20.109.1Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν πολεμίων ἀποχώρησιν εὐθὺς ἐπεδίωκεν αὐτοὺς καὶ πλησίον γενόμενος τῆς παρεμβολῆς, ἐπεὶ πρὸς παράταξιν οὐ συγκατέβαινον, ἤρξατο περιταφρεύειν τὴν στρατοπεδείαν καὶ καταπέλτας καὶ βέλη μετεπέμψατο, βουλόμενος αὐτὴν πολιορκῆσαι.
安提柯得知敌人退却后,立即予以追击。 在逼近其阵地后,由于敌人不肯出阵交战,他便开始在营地周围挖掘围壕,并调来弩炮和投射武器,意图围困该营。
συντελουμένων δʼ ἀκροβολισμῶν περὶ τὴν ταφρείαν καὶ τῶν περὶ τὸν Λυσίμαχον πειρωμένων ἀνείργειν τοῖς βέλεσι τοὺς ἐργαζομένους ἐν πᾶσιν προετέρουν οἱ περὶ τὸν Ἀντίγονον.
在挖掘壕沟的工程周围发生小规模冲突时,尽管利西马科斯的部属试图用投射武器阻拦施工人员,但在所有交锋中安提柯的人都占了上风。
§20.109.2ἔπειτα χρόνου γενομένου καὶ τῶν ἔργων ἤδη συντέλειαν λαμβανόντων, τῆς δὲ τροφῆς ὑπολιπούσης τοὺς πολιορκουμένους οἱ περὶ Λυσίμαχον, τηρήσαντες νύκτα χειμέριον, ἀναζεύξαντες ἐκ τῆς παρεμβολῆς διὰ τῶν ὑπερδεξίων τόπων ἀπεχώρησαν εἰς παραχειμασίαν.
其后,随着时间推移,围城工程已接近尾声,而被围困者的粮食也消耗殆尽,利西马科斯及其部属乘着一个风暴之夜,拔营出发,通过高地撤退到冬营地。
ὁ δʼ Ἀντίγονος ἡμέρας γενομένης ὡς εἶδε τὴν τῶν πολεμίων ἀπαλλαγήν, ἀντιπαρῆγεν αὐτὸς διὰ τῶν πεδίων.
天亮后,安提柯见敌人已经离去,自己便率军沿着平原与他们并排行军。
§20.109.3ἐπιγενομένων δὲ ὄμβρων μεγάλων καὶ τῆς χώρας οὔσης βαθυγείου καὶ πηλώδους τῶν τε ὑποζυγίων οὐκ ὀλίγα συνέβη καὶ τῶν σωμάτων τινὰ διαφθαρῆναι καὶ τὸ σύνολον ἐπιπόνως ἅπασαν τὴν δύναμιν διατεθῆναι.
然而,随着暴雨降临,加之当地泥土深厚、道路泥泞,结果导致不少驮畜和一些士兵丧生,整个军队普遍陷入了极其痛苦的境地。
§20.109.4διόπερ ὁ βασιλεὺς ἅμα μὲν ἀναλαβεῖν βουλόμενος ἐκ τῆς κακοπαθίας τοὺς στρατιώτας, ἅμα δὲ τὴν χειμερινὴν ὥραν ὁρῶν περιλαμβάνουσαν τοῦ μὲν καταδιώκειν ἀπέστη, πρὸς δὲ τὴν χειμασίαν ἐπιλεξάμενος τοὺς εὐθετωτάτους τόπους διεῖλε κατὰ μέρη τὴν δύναμιν.
因此,这位国王一方面希望让士兵们从艰苦中恢复过来,另一方面看到冬季已经临近,便停止了追击,并选择最合适的地方作为冬营地,将军队分编驻扎。
§20.109.5πυνθανόμενος δὲ Σέλευκον καταβαίνειν ἐκ τῶν ἄνω σατραπειῶν μετὰ μεγάλης δυνάμεως, ἔπεμψέ τινας τῶν φίλων εἰς τὴν Ἑλλάδα πρὸς Δημήτριον, παρακελευόμενος ἥκειν πρὸς αὐτὸν μετὰ τῆς δυνάμεως τὴν ταχίστην· σφόδρα γὰρ εὐλαβεῖτο μὴ πάντων τῶν βασιλέων ἐπʼ αὐτὸν συνδραμόντων ἀναγκασθῇ παρατάξει κρῖναι τὸν ὅλον πόλεμον πρὶν ἢ συνελθεῖν εἰς ταὐτὸν τὴν ἐκ τῆς Εὐρώπης δύναμιν.
当得知塞琉古正率大军从上部行省下来时,他派遣几位朋友前往希腊见德米特里,督促其尽快率军前来与他会合;因为他非常担心,如果所有的国王联合起来对付他,他将被迫在来自欧洲的军队会合之前,通过一场大会战来决定整个战争的命运。
§20.109.6παραπλησίως δὲ καὶ Λυσίμαχος διεῖλε τὴν δύναμιν εἰς χειμασίαν ἐν τῷ καλουμένῳ Σαλωνίας πεδίῳ.
与此相似,利西马科斯也把军队分驻在所谓的萨洛尼亚平原度冬。
ἀγορὰν δὲ πολλὴν ἐξ Ἡρακλείας μετεπέμπετο, ποιησάμενος ἐπιγαμίαν πρὸς τοὺς Ἡρακλεώτας· §20.109.7ἔγημε γὰρ Ἄμηστριν τὴν Ὀξυάρτου μὲν θυγατέρα, Δαρείου δὲ τοῦ βασιλέως ἀδελφιδῆν, Κρατεροῦ δὲ γυναῖκα γενομένην ὑπʼ Ἀλεξάνδρου δοθεῖσαν, τότε δυναστεύουσαν τῆς πόλεως.
他与赫拉克利亚人缔结了联姻关系,从而从赫拉克利亚运来大量物资;因为他娶了阿玛斯特里斯为妻,她是奥克夏特斯的女儿,国王大流士的侄女,曾由亚历山大许配给克拉特鲁斯为妻,当时正统治着该城。
καὶ τὰ μὲν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
亚洲的局势大抵如此。

词汇与语法注释

  1. 20.109.1συντελουμένων δʼ ἀκροβολισμῶν περὶ τὴν ταφρείαν καὶ τῶν περὶ τὸν Λυσίμαχον πειρωμένων ἀνείργειν τοῖς βέλεσι τοὺς ἐργαζομένους — 由 καί 连接两个分词(συντελουμένων 和 πειρωμένων)的双重属格独立结构。在第二部分中,宾格的 τοὺς ἐργαζομένους(施工人员)用作不定式 ἀνείργειν(阻拦、击退)的宾语。
  2. 20.109.3τῶν τε ὑποζυγίων οὐκ ὀλίγα συνέβη καὶ τῶν σωμάτων τινὰ διαφθαρῆναι καὶ τὸ σύνολον ἐπιπόνως ἅπασαν τὴν δύναμιν διατεθῆναι — 两个“宾格+不定式”从句(διαφθαρῆναι 和 διατεθῆναι)共同作为无人称动词 συνέβη(发生)的主语。第一个不定式 διαφθαρῆναι 的主语由 τῶν τε ὑποζυγίων οὐκ ὀλίγα 和 τῶν σωμάτων τινά 构成,而第二个不定式 διατεθῆναι 的主语则是宾格的 ἅπασαν τὴν δύναμιν。
  3. 20.109.5σφόδρα γὰρ εὐλαβεῖτο μὴ ... ἀναγκασθῇ ... πρὶν ἢ συνελθεῖν εἰς ταὐτὸν τὴν ἐκ τῆς Εὐρώπης δύναμιν — 表示担心的动词 εὐλαβεῖτο(害怕)引导了一个带有虚拟语气 ἀναγκασθῇ 的 μή 从句。随后是由 πρὶν ἤ(在……之前)引导的时间状语从句,接不定式 συνελθεῖν,其主语为宾格的 τὴν ἐκ τῆς Εὐρώπης δύναμιν。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.109.1-20.109.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.109.1-20.109.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。