Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.104.1-20.104.4

克利奥尼穆斯出兵南意大利与占领科尔库拉

第 292 段,共 301 段 · 希腊语

内容简介

斯巴达应塔拉斯人的请求,派遣克利奥尼穆斯担任将领。克利奥尼穆斯集结大军使卢卡尼亚人和梅塔蓬图姆人屈服,但他随后沉湎奢侈,推迟了西西里远征,转而占领科尔库拉作为自己的根据地。

§20.104.1κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι πόλεμον ἔχοντες πρὸς Δευκανοὺς καὶ Ῥωμαίους ἐξέπεμψαν πρεσβευτὰς εἰς τὴν Σπάρτην, αἰτούμενοι βοήθειαν καὶ στρατηγὸν Κλεώνυμον.
在意大利,塔拉斯人由于正在与卢卡尼亚人和罗马人进行战争,向斯巴达派遣了使节,请求援助并希望由克利奥尼穆斯担任将领。
§20.104.2τῶν δὲ Δακεδαιμονίων προθύμως ἡγεμόνα δόντων τὸν αἰτούμενον καὶ τῶν Ταραντίνων χρήματα καὶ ναῦς ἀποστειλάντων ὁ μὲν Κλεώνυμος ἐπὶ Ταινάρῳ τῆς Λακωνικῆς ξενολογήσας στρατιώτας πεντακισχιλίους συντόμως κατέπλευσεν εἰς Τάραντα.
由于拉刻代蒙人热心地派出了所请求的指挥官,且塔拉斯人也派遣了资金和船只,克利奥尼穆斯在拉科尼卡的泰纳龙招募了五千名士兵,迅速乘船抵达塔拉斯。
ἐνταῦθα δὲ μισθοφόρους ἀθροίσας ἄλλους οὐκ ἐλάττους τῶν προτέρων κατέγραφε καὶ τοὺς πολιτικοὺς πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ δισχιλίους.
他在那里又召集了数量不亚于前者的其他雇佣兵并将其登记入伍,此外还有两万多名本邦步兵和两千名骑兵。
προσελάβετο δὲ τῶν τε κατʼ Ἰταλίαν Ἑλλήνων τοὺς πλείστους καὶ τὸ τῶν Μεσσαπίων ἔθνος.
他还争取到了意大利的大多数希腊人以及美塞庇亚人部落的支持。
§20.104.3ἁδρᾶς οὖν δυνάμεως περὶ αὐτὸν οὔσης οἱ μὲν Λευκανοὶ καταπλαγέντες φιλίαν ἐποιήσαντο πρὸς τοὺς Ταραντίνους, τῶν δὲ Μεταποντίνων οὐ προσεχόντων αὐτῷ τοὺς Λευκανοὺς ἔπεισεν ἐμβαλεῖν εἰς τὴν χώραν καὶ τῷ καιρῷ συνεπιθέμενος κατεπλήξατο τοὺς Μεταποντίνους.
因此,当他周围聚集起一支强大的力量时,卢卡尼亚人感到恐惧,便与塔拉斯人讲和;但由于梅塔蓬图姆人不服从他,他便说服卢卡尼亚人入侵其领土,并乘机共同发起进攻,使梅塔蓬图姆人陷入惊恐。
παρελθὼν δʼ εἰς τὴν πόλιν ὡς φίλος ἐπράξατο μὲν ἀργυρίου τάλαντα πλείω τῶν ἑξακοσίων, διακοσίας δὲ παρθένους τὰς ἐπιφανεστάτας ἔλαβεν εἰς ὁμηρίαν, οὐχ οὕτω τῆς περὶ τὴν πίστιν ἀσφαλείας χάριν, ὡς τῆς ἰδίας ἕνεκεν λαγνείας.
他以朋友的身份进入该城,勒索了六百多塔兰同银子,并带走了两百名最显贵的处女作为人质,这与其说是为了确保对方的忠诚,不如说是为了满足他个人的淫欲。
§20.104.4ἀποθέμενος γὰρ τὴν Λακωνικὴν ἐσθῆτα διετέλει τρυφῶν καὶ τοὺς πιστεύσαντας αὐτῷ καταδουλούμενος· τηλικαύτας γὰρ ἔχων δυνάμεις καὶ χορηγίας οὐδὲν τῆς Σπάρτης ἄξιον ἔπραξεν.
因为他脱去了拉科尼亚式的服饰,整日沉湎于奢侈之中,并不断奴役那些信任他的人;尽管拥有如此庞大的军队和供应,他却未能做出任何配得上斯巴达的事业。
ἐπεβάλετο μὲν γὰρ ἐπὶ τὴν Σικελίαν στρατεύειν, ὡς τὴν τυραννίδα μὲν καταλύσων τὴν Ἀγαθοκλέους, τὴν δʼ αὐτονομίαν τοῖς Σικελιώταις ἀποκαταστήσων, ὑπερθέμενος δὲ ἐπὶ τοῦ παρόντος ταύτην τὴν στρατείαν ἔπλευσεν εἰς Κόρκυραν καὶ κρατήσας τῆς πόλεως χρημάτων τε πλῆθος εἰσεπράξατο καὶ φρουρὰν ἐγκατέστησε, διανοούμενος ὁρμητηρίῳ τούτῳ τῷ τόπῳ χρήσασθαι καὶ τοῖς περὶ τὴν Ἑλλάδα πράγμασιν ἐφεδρεύειν.
他曾企图出兵西西里,意图推翻阿加托克利斯的僭主统治并恢复西西里人的自主权,但由于暂时推迟了这次远征,他便航行到了科尔库拉。 在控制了该城之后,他征收了大量钱财并驻扎了守军,意图将此地作为根据地,以便密切注视希腊的局势。

词汇与语法注释

  1. §20.104.1Δευκανούς — 尽管手稿写为 Δευκανούς,但这显然是 Λευκανούς(卢卡尼亚人)的抄写错误或异体字。在 §20.104.3 中,该词被正确地写为 Λευκανοὶ,因此在此处亦理解为指卢卡尼亚人。
  2. §20.104.2τῶν προτέρων — 伴随比较级 οὐκ ἐλάττους(不少于)的比较属格,指在泰纳龙首先招募的“五千名士兵”。
  3. §20.104.4διετέλει τρυφῶν καὶ ... καταδουλούμενος — 动词 διατελέω 带有补充性分词(此处为 τρυφῶν 和 καταδουλούμενος),表示“持续做某事”的连续动作。
  4. §20.104.4ὡς τὴν τυραννίδα μὲν καταλύσων ... ἀποκαταστήσων — 带有连词 ὡς 的将来时分词(καταλύσων 与 ἀποκαταστήσων),表示主语的意图或宣称的目的(“意图推翻……并恢复……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.104.1-20.104.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.104.1-20.104.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。