Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.103.1-20.103.7

德米特里乌斯解放科林斯与平定伯罗奔尼撒

第 291 段,共 301 段 · 希腊语

内容简介

德米特里乌斯攻占科林斯并恢复其自治,应市民要求在卫城驻军。随后他进军亚该亚和阿卡迪亚,接连攻克布拉、斯库罗斯和奥尔科梅诺斯,迫使邻近的守军纷纷投降。

§20.103.1ὁ δὲ Δημήτριος διοικήσας τὰ περὶ τοὺς Σικυωνίους ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Κόρινθον, ἣν ἐφρούρει Πρεπέλαος Κασάνδρου στρατηγός.
德米特里乌斯在处理完西库翁人的事务后,率领全军向科林斯进军,该地由卡萨德罗的将领普雷佩劳斯把守。
τὸ μὲν οὖν πρῶτον νυκτὸς ὑπό τινων πολιτῶν εἰσαχθεὶς διά τινος πυλίδος ἐκράτησε τῆς πόλεως καὶ τῶν λιμένων.
起初,他在夜间由一些市民通过一扇小门引入,控制了城市和港口。
§20.103.2τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν εἰς τὸ καλούμενον Σισύφιον, τῶν δʼ εἰς τὸν Ἀκροκόρινθον προσαγαγὼν μηχανὰς τοῖς ὀχυρώμασι καὶ πολλὰ κακοπαθήσας εἷλε τὸ Σισύφιον κατὰ κράτος.
在守军中,一部分逃往被称为西绪菲翁的地方,另一部分逃往阿克罗科林斯,他将攻城器械推向这些防御工事,在经历诸多艰难后,力克并占领了西绪菲翁。
εἶτα τῶν ἐνταῦθα συμφυγόντων πρὸς τοὺς κατειληφότας τὸν Ἀκροκόρινθον καὶ τούτους καταπληξάμενος ἠνάγκασε παραδοῦναι τὴν ἄκραν· §20.103.3σφόδρα γὰρ ἦν ἀνυπόστατος οὗτος ὁ βασιλεὺς ἐν ταῖς προσβολαῖς, εὐμήχανος ὑπάρχων περὶ τὴν κατασκευὴν τῶν πολιορκητικῶν ἔργων.
随后,在那里的逃难者与占领阿克罗科林斯的人会合后,他也震慑了这些人,迫使他们交出了卫城;因为这位国王在攻城时极为锐不可当,在制造攻城器械方面极具才智。
οὐ μὴν ἀλλὰ τοὺς Κορινθίους ἐλευθερώσας παρεισήγαγε φυλακὴν εἰς τὸν Ἀκροκόρινθον, βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν μέχρι ἂν ὁ πρὸς Κάσανδρον καταλυθῇ πόλεμος.
然而,他在解放了科林斯人之后,还是在阿克罗科林斯派驻了守军,因为市民们希望由国王看守城市,直到与卡萨德罗的战争结束。
§20.103.4καὶ Πρεπέλαος μὲν αἰσχρῶς ἐκπεσὼν ἐκ τῆς Κορίνθου πρὸς Κάσανδρον ἀπεχώρησεν, Δημήτριος δὲ παρελθὼν εἰς τὴν Ἀχαΐαν Βοῦραν μὲν κατὰ κράτος εἷλε καὶ τοῖς πολίταις ἀπέδωκε τὴν αὐτονομίαν, Σκύρον δʼ ἐν ὀλίγαις ἡμέραις παραλαβὼν ἐξέβαλε τὴν φρουράν.
普雷佩劳斯狼狈地从科林斯逃出,撤退到卡萨德罗那里,而德米特里乌斯进入亚该亚,力克并占领了布拉,将自主权还给其市民,并在几天内占领了斯库罗斯,驱逐了那里的守军。
§20.103.5μετὰ δὲ ταῦτʼ ἐπʼ Ὀρχομενὸν τῆς Ἀρκαδίας στρατεύσας ἐκέλευσε τῷ τῆς φρουρᾶς ἀφηγουμένῳ Στρομβίχῳ παραδοῦναι τὴν πόλιν.
此后,他出兵攻打阿卡迪亚的奥尔科梅诺斯,命令守军指挥官斯特隆比科斯交出城市。
οὐ προσέχοντος δʼ αὐτοῦ τοῖς λόγοις, ἀλλὰ καὶ πολλὰ λοιδοροῦντος ἀπὸ τοῦ τείχους βλασφήμως προσαγαγὼν μηχανὰς ὁ βασιλεὺς καὶ καταβαλὼν τὰ τείχη κατὰ κράτος εἷλε τὴν πόλιν.
但在对方不听劝告,反而从城墙上极其不敬地百般辱骂时,国王推上攻城器械,摧毁了城墙,力克并占领了城市。
§20.103.6τὸν μὲν οὖν Στρόμβιχον τὸν ὑπὸ Πολυπέρχοντος καθεσταμένον φρούραρχον καὶ τῶν ἄλλων τῶν ἀλλοτρίως διατεθέντων πρὸς αὐτὸν εἰς ὀγδοήκοντα πρὸ τῆς πόλεως ἀνεσταύρωσε, τῶν δʼ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους κατέμιξε τοῖς ἰδίοις στρατιώταις.
于是,他将由波吕珀孔任命的守军长官斯特隆比科斯,以及其他对他怀有敌意的大约八十人,在城前处以十字架刑;而对捕获的其余约两千名雇佣兵,则将他们整编进自己的士兵中。
§20.103.7μετὰ δὲ τὴν ἅλωσιν ταύτης τῆς πόλεως οἱ σύνεγγυς τὰ φρούρια κατέχοντες, ὑπολαμβάνοντες ἀδύνατον ὑπάρχειν τὸ διαφυγεῖν τὴν βίαν τοῦ βασιλέως, παρέδωκαν αὐτῷ τὰ χωρία.
在这座城市陷落后,控制附近堡垒的人认为无法逃脱国王的武力,便向他交出了这些地方。
ὁμοίως δὲ τούτοις καὶ οἱ τὰς πόλεις φρουροῦντες, τῶν μὲν περὶ Κάσανδρον καὶ Πρεπέλαον καὶ Πολυπέρχοντα μὴ βοηθούντων, τοῦ δὲ Δημητρίου μετὰ μεγάλης δυνάμεως καὶ μηχανῶν ὑπεραγουσῶν προσιόντος, ἑκουσίως ἐξεχώρουν.
与他们类似,那些防守城市的人,由于卡萨德罗、普雷佩劳斯和波吕珀孔一派没有提供援助,而德米特里乌斯正带着大军和压倒性的攻城器械逼近,便主动撤走。
καὶ τὰ μὲν περὶ Δημήτριον ἐν τούτοις ἦν.
德米特里乌斯的情况大致如此。

词汇与语法注释

  1. 20.103.2τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν... τῶν δʼ — 属格 `τῶν μὲν... τῶν δʼ`(部分)与前面的 `τῶν δὲ φρουρῶν`(全体)形成同格,并与分词 `καταφυγόντων` 一起构成属格独立结构。这是属格中“全体与部分同格”(whole-and-part apposition)的体现。
  2. 20.103.3βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν — 在属格独立结构 `βουλομένων τῶν πολιτῶν` 内部,引入了被动不定式 `τηρεῖσθαι` 及其逻辑主语(宾格 `τὴν πόλιν`)。施动者通过 `διά` 加属格(`διὰ τοῦ βασιλέως`)来表达。
  3. 20.103.6τῶν δʼ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους — `τῶν δʼ ἄλλων μ本物φορων` 是部分属格,修饰分词 `ἑλὼν`。介词短语 `εἰς δισχιλίους` 中的 `εἰς` 与数字连用表示“大约两千”,在此处实际上充当了主动词 `κατέμιξε` 的直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.103.1-20.103.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.103.1-20.103.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。