Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.99.1-19.99.3

死海沥青的采集方式与对埃及的输出

第 176 段,共 301 段 · 希腊语

内容简介

解释了周边居民不用船只而是用芦苇束收集沥青的独特方法、死海浮力极大不易使非固体下沉的奇异性质,以及将沥青销往埃及用于制作木乃伊的贸易。

§19.99.1τὴν δʼ ἐκπίπτουσαν ἄσφαλτον οἱ περιοικοῦντες ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν λίμνην διαρπάζουσι πολεμικῶς διακείμενοι πρὸς ἀλλήλους, ἄνευ πλοίων ἰδιαζόντως τὴν κομιδὴν ποιούμενοι.
居住在湖泊两岸的人们互相敌对,争夺这些喷出来的沥青,他们不用船只,而是采用一种独特的方式进行收集。
παρασκευασάμενοι γὰρ δέσμας καλάμων εὐμεγέθεις ἐμβάλλουσιν εἰς τὴν λίμνην· ἐπὶ δὲ τούτων ἐπικάθηνται οὐ πλείω τριῶν, ὧν δύο μὲν ἔχοντες προσδεδεμένας πλάτας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας ἐκ τοῦ πέραν ἢ βιάζεσθαι τολμῶντας ἀμύνεται.
因为他们准备了巨大的芦苇束投进湖里;在这些芦苇束上坐着不超过三人,其中两人手拿绑好的桨划水,一人携带弓箭,击退那些从对岸划船而来或企图强行夺取的人。
§19.99.2ὅταν δὲ πλησίον γένωνται τῆς ἀσφάλτου, πελέκεις ἔχοντες ἐπιπηδῶσι καὶ καθάπερ μαλακῆς πέτρας ἀποκόπτοντες γεμίζουσι τὴν δέσμην, εἶτα ἀποπλέουσιν εἰς τοὐπίσω.
当他们接近沥青时,便手持斧头跳上去,像从软石上砍伐一样将其砍下并装满他们的芦苇束,然后往回划。
ἂν δέ τις αὐτῶν ἀποπέσῃ τῆς δέσμης διαλυθείσης μὴ δυνάμενος νεῖν, οὐ καταδύεται καθάπερ ἐν τοῖς ἄλλοις ὕδασιν, ἀλλὰ ἐπινήχεται τοῖς ἐπισταμένοις ὁμοίως.
如果他们中有人因芦苇束散开而落水,即使不会游泳,也不会像在其他水域中那样沉下去,而是会和会游泳的人一样漂浮在水面上。
§19.99.3φύσει γὰρ τοῦτο τὸ ὑγρὸν παραδέχεται βάρος ὃ συμβαίνει μετέχειν αὐξήσεως ἢ πνεύματος, ἔξω τῶν στερεῶν, ἃ τὴν πυκνότητα δοκεῖ παραπλησίαν ἔχειν ἀργύρῳ καὶ χρυσῷ καὶ μολύβδῳ καὶ τοῖς ὁμοίοις· καὶ ταῦτα μὲν πολὺ βραδύτερον καταφέρεται τῶν ἐν ταῖς ἄλλαις λίμναις ῥιπτουμένων.
因为这种液体的本性会承载任何含有生长或空气的重物,但那些密度似乎与银、金、铅及类似物相近的固体除外;而且即使是这些固体,其下沉速度也比投入其他湖泊中时要慢得多。
ταύτην δʼ ἔχοντες οἱ βάρβαροι πρόσοδον ἀπάγουσι τὴν ἄσφαλτον εἰς τὴν Αἴγυπτον καὶ πωλοῦσιν εἰς τὰς ταριχείας τῶν νεκρῶν· μὴ μιγνυμένης γὰρ ταύτης τοῖς λοιποῖς ἀρώμασιν οὐ δυνατὸν γενέσθαι τὴν τῶν σωμάτων φυλακὴν πολυχρόνιον.
拥有这一收入来源的蛮族人将沥青运往埃及,卖给人们用于保存尸体;因为如果不将这种沥青与其他香料混合,就不可能使尸体得到长期的保存。

词汇与语法注释

  1. §19.99.1τοὺς προσπλέοντας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας — 抄本传承中的重写(双重书写)现象。后半部分的“κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας”被认为是抄写员的笔误,在现代校勘本中通常被删除或加括号。译文省去了这一冗余的重复。
  2. §19.99.1ὧν δύο μὲν ἔχοντες προσδεδεμένας πλάτας κωπηλατοῦσιν, εἷς δὲ... — 由关系代词 ὧν(先行词为 τριῶν)引导的部分指示结构。主格分词 ἔχοντες 和 φορῶν 分别修饰主动词 κωπηλατοῦσιν(指两人)和 ἀμύνεται(指一人)的主语。
  3. §19.99.3ὃ συμβαίνει μετέχειν αὐξήσεως ἢ πνεύματος — 关系代词 ὃ 的先行词是中性名词 βάρος(重量、物体)。动词 συμβαίνει 表示“碰巧、恰好”或一种状态。直译为“任何恰好分享了生长或气息(空气)的重物/物体”,指代那些含有空气或属于有机体、因而在自然状态下易于漂浮的物体。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.99.1-19.99.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.99.1-19.99.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。