§19.98.1ὁ μὲν οὖν Δημήτριος λαβὼν ὁμήρους καὶ τὰς ὁμολογηθείσας δωρεὰς ἀνέζευξεν ἀπὸ τῆς πέτρας·
德米特里在接受了人质和约定的礼物后,便从“岩石”撤军。
διατείνας δὲ σταδίους τριακοσίους κατεστρατοπέδευσε πλησίον τῆς Ἀσφαλτίτιδος λίμνης, ἧς τὴν φύσιν οὐκ ἄξιον παραδραμεῖν ἀνεπισήμαντον.
他前行了三百斯塔德,在阿斯法尔蒂特斯湖附近安营扎寨。 该湖的独特性质不应不加留意地放过。
κεῖται γὰρ κατὰ μέσην τὴν σατραπείαν τῆς Ἰδουμαίας, τῷ μὲν μήκει παρεκτείνουσα σταδίους μάλιστά που πεντακοσίους, τῷ δὲ πλάτει περὶ ἑξήκοντα.
它位于以土买行省的中心地带,长度延伸约五百斯塔德,宽度约六十斯塔德。
τὸ δʼ ὕδωρ ἔχει διάπικρον καὶ καθʼ ὑπερβολὴν δυσῶδες, ὥστε μήτʼ ἰχθὺν δύνασθαι τρέφειν μήτʼ ἄλλο τῶν καθʼ ὕδατος εἰωθότων ζῴων εἶναι.
其水极苦且奇臭无比,以致既不能养鱼,也无法生存任何其他习惯于在水中生活的生物。
ἐμβαλλόντων δʼ εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης ἐκφυσᾷ κατʼ ἐνιαυτὸν ἀσφάλτου στερεᾶς μέγεθος ποτὲ μὲν μεῖζον ἢ τρίπλεθρον, ἔστι δʼ ὅτʼ οὐ πολὺ λειπόμενον πλέθρου·
尽管有若干因水质甘甜而著名的滔滔大河汇入其中,但湖水在恶臭上压倒了这些河流,并且每年都从其正中心喷出固态沥青块,其大小有时超过三普勒特隆,有时则不比一普勒特隆少多少。
ἐφʼ ᾧ δὴ συνήθως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δὲ ἔλασσον μόσχον.
因此,居住在周围的蛮族人习惯上将较大的称为“公牛”,较小的称为“小牛”。
ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας ὁ τόπος φαίνεται τοῖς ἐξ ἀποστήματος θεωροῦσιν οἱονεί τις νῆσος.
当沥青漂浮在水面上时,在远处观看的人眼中,该处仿佛是一座岛屿。
τὴν δʼ ἔκπτωσιν φανερὰν συμβαίνει γίνεσθαι πρὸ ἡμερῶν εἴκοσι· κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ τῆς ἀσφάλτου προσπίπτει μετὰ πνεύματος μοχθηροῦ καὶ πᾶς ὁ περὶ τὸν τόπον ἄργυρος καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος.
而这种喷出在二十天前就会变得明显:因为在湖泊周围许多斯塔德的范围内,沥青的臭味伴随着有害的微风袭来,该地附近所有的银、金、铜都会失去其特有的颜色。
ἀλλʼ αὕτη μὲν ἀποκαθίσταται πάλιν, ἐπειδὰν ἀναφυσηθῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον·
然而,一旦所有沥青喷出完毕,这种颜色就会重新恢复。
ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν περιοικούντων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια.
由于周边的土地炎热且恶臭,使得当地居民的身体多病且寿命极短。
ἀγαθὴ δʼ ἐστὶ φοινικόφυτος ὅσην αὐτῆς συμβαίνει διειλῆφθαι ποταμοῖς χρησίμοις ἢ πηγαῖς δυναμέναις ἀρδεύειν.
不过,凡是恰好被有用的河流或能够灌溉的泉水所分割的土地,都是种植着棕榈的肥沃土地。
γίνεται δὲ περὶ τοὺς τόπους τούτους ἐν αὐλῶνί τινι καὶ τὸ καλούμενον βάλσαμον, ἐξ οὗ πρόσοδον ἁδρὰν εἶναι συμβαίνει, οὐδαμοῦ μὲν τῆς ἄλλης οἰκουμένης εὑρισκομένου τοῦ φυτοῦ, τῆς δʼ ἐξ αὐτοῦ χρείας εἰς φάρμακα τοῖς ἰατροῖς καθʼ ὑπερβολὴν εὐθετούσης.
此外,在这些地区的某一山谷中,还生长着所谓的香脂木,由此带来了丰厚的收入,因为这种植物在已知世界的其他任何地方都找不到,而其用途对于医生的药剂来说是极其适用的。