§19.9.1μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν κατηγόρησε μὲν τῶν ἑξακοσίων καὶ τῆς ὑπʼ αὐτῶν προγεγενημένης ὀλιγαρχίας, καθαρὰν δὲ φήσας τὴν πόλιν πεποιηκέναι τῶν δυναστεύειν ἐπιχειρούντων ἀπεφαίνετο τῷ δήμῳ τὴν αὐτονομίαν εἰλικρινῆ παραδιδόναι καὶ βούλεσθαί ποτε τῶν πόνων ἀπολυθεὶς ἰδιωτεύειν ἴσος ὢν πᾶσι.
この後、アガトクレスは民会を招集して、六百人の市民と彼らによって以前に行われていた寡頭政を非難した。 そして、支配を企てていた者たちから都市を一掃したと述べたうえで、民衆に純粋な自治を返還すること、またかつての労苦から解放されて、すべての人と平等な一私人の立場に戻りたいと望んでいることを言明した。
§19.9.2καὶ ταῦτα λέγων τὸ μὲν χλαμύδιον αὑτοῦ περιέσπασε, τὸ δʼ ἱμάτιον μεταλαβὼν ἀπῄει, τῶν πολλῶν ἑαυτὸν ἀποδείξας ἕνα.
こう語りながら、彼は自分のクラミュスを脱ぎ捨て、ヒマティオンを着て立ち去ろうとし、大衆の一人であることを身を以て示した。
ταῦτα δʼ ἔπραττε τὸν δημοτικὸν ὑποκρινόμενος καὶ σαφῶς εἰδὼς τοὺς πλείους τῶν ἐκκλησιαζόντων μετεσχηκότας τῶν ἀσεβημάτων καὶ διὰ τοῦτο μηδέποτʼ ἂν βουληθέντας ἄλλῳ τὴν στρατηγίαν ἐγχειρίσαι.
彼がこのようなことを行ったのは、民衆の味方であることを装うためであり、また民会に出席している者の大部分が例の不義の行為に加担しており、そのために将軍職を他の誰にも委ねることを決して望まないであろうことをはっきりと見抜いていたからであった。
§19.9.3εὐθὺ γοῦν οἱ διαπεφορηκότες τὰ τῶν ἠτυχηκότων ἐβόων μὴ καταλιπεῖν ἑαυτούς, ἀλλὰ προσδέξασθαι τὴν τῶν ὅλων ἐπιμέλειαν.
すると直ちに、被災した者たちの財産を略奪した者たちが、自分たちを見捨てないでほしい、むしろ国政全般の管理を引き受けてほしいと叫んだ。
ὁ δὲ τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, εἶτα τοῦ πλήθους βιαιότερον ἐγκειμένου προσδέξασθαι μὲν ἔφησε τὴν στρατηγίαν, μὴ μέντοι γε μετʼ ἄλλων ἄρξειν·
彼は最初は沈黙を守っていたが、群衆がさらに激しく迫ってきたため、将軍職は引き受けるが、決して他者と共同で統治することはないと言い放った。
§19.9.4οὐ γὰρ ὑπομενεῖν, ὧν ἂν ἕτεροι παρανομήσωσι, τούτων αὐτὸν συνάρχοντα λόγον ἀποδιδόναι κατὰ τοὺς νόμους.
というのも、他の者たちが違法行為を犯した場合に、自分がその共同統治者として、法律に従って釈明することなど耐えられないからである。
συγχωρήσαντος δὲ τοῦ πλήθους μοναρχεῖν οὗτος μὲν ἐχειροτονήθη στρατηγὸς αὐτοκράτωρ καὶ τὸ λοιπὸν φανερῶς ἐδυνάστευε καὶ τῆς πόλεως ἐπιμέλειαν ἐποιεῖτο,
民衆が単独支配を承認すると、彼は全権将軍に選出され、それ以後は公然と独裁権を振るい、都市の管理を行った。
§19.9.5τῶν δʼ ἀκεραίων Συρακοσίων οἱ μὲν διὰ τὸν φόβον ἠναγκάζοντο καρτερεῖν, οἱ δʼ ὑπὸ τοῦ πλήθους κατισχυόμενοι τὴν ἔχθραν εἰς κενὸν οὐκ ἐτόλμων ἐνδείκνυσθαι.
一方、手を汚さなかったシュラクサイ人のうち、ある者たちは恐怖のために忍従を余儀なくされ、他の者たちは群衆に圧倒されて、無駄な敵意を示すような大胆なことはしなかった。
πολλοὶ δὲ καὶ τῶν ἀπόρων καὶ κατάχρεων ἄσμενοι τὴν μεταβολὴν προσεδέξαντο·
しかし、貧困層や負債を抱えた者の多くは、この政治的変動を喜んで受け入れた。
ἐπηγγέλλετο γὰρ Ἀγαθοκλῆς κατὰ τὴν ἐκκλησίαν καὶ χρεῶν ἀποκοπὰς ποιήσεσθαι καὶ τοῖς πένησι χώραν δωρήσεσθαι.
なぜならアガトクレスは民会において、負債の帳消しと、貧民への土地の分与を約束していたからである。
§19.9.6ἀπὸ δὲ τούτων γενόμενος τοῦ μὲν ἔτι φονεύειν ἢ κολάζειν τινὰς ἀπέστη, μεταβαλόμενος δʼ εἰς τοὐναντίον εὐγνωμόνως τοῖς πλήθεσι προσεφέρετο καὶ πολλοὺς μὲν εὐεργετῶν, οὐκ ὀλίγους δʼ ἐπαγγελίαις μετεωρίζων, πάντας δὲ λόγοις φιλανθρώποις δημαγωγῶν οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν.
このような状況から出発して、彼はこれ以上誰かを殺害したり処罰したりするのをやめ、態度を正反対に変えて民衆に寛大に接した。 そして多くの者に恩恵を施し、少なからぬ者を約束によって期待に胸膨らませ、温和な言葉で皆を先導することで、並大抵ではない支持を得た。
§19.9.7ἔχων δὲ τηλικαύτην δυναστείαν οὔτε διάδημα ἀνέλαβεν οὔτε δορυφόρους εἶχεν οὔτε δυσεντευξίαν ἐζήλωσεν, ἅπερ εἰώθασι ποιεῖν σχεδὸν ἅπαντες οἱ τύραννοι.
それほど大きな権力を持ちながらも、彼は王冠を戴くことも、親衛隊を従えることもなく、近づきがたい態度をとることも望まなかった。 これらはほぼすべての僭主たちが通常行うことである。
ἐπεμελήθη δὲ καὶ τῶν προσόδων καὶ τῆς τῶν ὅπλων καὶ βελῶν παρασκευῆς, ἔτι δὲ πρὸς ταῖς ὑπαρχούσαις μακραῖς ναυσὶν ἑτέρας ἐναυπηγήσατο.
また、彼は歳入や、武器・矢の準備にも配慮し、さらに、既存の軍船に加えて新しい軍船を建造させた。
προσελάβετο δὲ καὶ τῶν ἐν τῇ μεσογείῳ χωρίων καὶ πόλεων τὰς πλείστας.
また内陸の地域や都市の大部分を自らの支配下に組み入れた。
καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
シケリアにおける状況は以上のようであった。