Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.10.1-19.10.4

萨姆奈特战争与克罗托内的内战

第 87 段,共 301 段 · 希腊语

内容简介

本段记述了意大利境内罗马人与萨姆奈特人的战争进程,以及克罗托内民主派与流亡者之间的冲突结局,随后作者将叙述焦点转向欧洲其他地区。

§19.10.1κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν ἔννατον ἔτος ἤδη διεπολέμουν πρὸς Σαυνίτας καὶ κατὰ μὲν τοὺς ἔμπροσθεν χρόνους μεγάλαις δυνάμεσιν ἦσαν διηγωνισμένοι, τότε δὲ εἰς τὴν πολεμίαν εἰσβολὰς ποιούμενοι μέγα μὲν οὐδὲν οὐδὲ μνήμης ἄξιον διεπράξαντο, διετέλουν δὲ τοῖς τε φρουρίοις προσβολὰς ποιούμενοι καὶ τὴν χώραν λεηλατοῦντες.
在意大利,罗马人与萨姆奈特人的战争已进入第九年;尽管在过去他们曾以大军奋战,但当时他们虽然攻入敌境,却未取得任何重大或值得纪念的成果,而只是继续袭击要塞并掠夺乡村。
§19.10.2ἐπόρθησαν δὲ καὶ τῆς Ἀπουλίας τὴν Δαυνίαν πᾶσαν καὶ προσαγαγόμενοι Κανυσίους ὁμήρους παρʼ αὐτῶν ἔλαβον.
他们还蹂躏了阿普利亚的整个达乌尼亚地区,并在争取到卡努西乌姆人归顺后,从他们那里取得了人质。
προσέθηκαν δὲ καὶ δύο φυλὰς ταῖς προυπαρχούσαις, τήν τε Φαλέρναν καὶ τὴν Ὠφεντῖναν.
他们还在现有的部落中增设了两个部落,即法莱尔纳和乌芬蒂纳。
§19.10.3ἅμα δὲ τούτοις πραττομένοις Κροτωνιᾶται πρὸς μὲν Βρεττίους διελύσαντο, πρὸς δὲ τοὺς ἐκπεπτωκότας τῶν πολιτῶν ὑπὸ τῆς δημοκρατίας διὰ τὴν πρὸς Ἡρακλείδην καὶ Σωσίστρατον κοινωνίαν, περὶ ἧς ἐν τῇ προτέρᾳ βύβλῳ τὰ κατὰ μέρος διήλθομεν, δεύτερον ἔτος ἤδη πολεμοῦντες Πάρωνα καὶ Μενέδημον, ἄνδρας ἐπιφανεῖς, στρατηγοὺς ἐχειροτόνησαν.
在进行这些事情的同时,克罗托内人与布鲁蒂人达成了和解;而对于那些因与赫拉克莱德斯和索西斯特拉托斯结盟(关于此事我们在前一卷中已作了详细叙述)而被民主派驱逐的公民,克罗托内人与他们的战争已进入第二年,此时他们选出了杰出人物帕龙和梅内德莫斯担任将军。
§19.10.4οἱ δὲ φυγάδες ἐκ Θουρίων ὁρμήσαντες καὶ προσλαβόντες μισθοφόρους τριακοσίους ἐπεχείρησαν μὲν νυκτὸς παρεισπίπτειν εἰς τὴν πατρίδα, ἀποκρουσθέντες δʼ ὑπὸ τῶν Κροτωνιατῶν κατεστρατοπέδευσαν ἐπὶ τῶν μεθορίων τῆς Βρεττίων χώρας, μετʼ ὀλίγον δὲ τῆς πολιτικῆς δυνάμεως ἐπελθούσης πολλαπλασίου πάντες μαχόμενοι κατεσφάγησαν.
那些流亡者从图里伊出发,并雇佣了三百名雇佣兵,企图在夜间潜回祖国;但他们被克罗托内人击退,在布鲁蒂人领地的边境扎营。 不久之后,数倍于他们的城邦公民军队袭来,他们在战斗中全部被杀。
ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ Σικελίαν καὶ τὴν Ἰταλίαν διεληλύθαμεν, διαβιβάσομεν τὸν λόγον ἐπὶ τὰ λοιπὰ μέρη τῆς Εὐρώπης.
既然我们已经叙述完关于西西里和意大利的事务,我们将把叙述转向欧洲的其他部分。

词汇与语法注释

  1. 19.10.1διετέλουν δὲ τοῖς τε φρουρίοις προσβολὰς ποιούμενοι καὶ τὴν χώραν λεηλατοῦντες — 动词 `διετέλουν`(`διατελέω` 的未完成过去时,意为“持续”)与补充性分词 `ποιούμενοι` 和 `λεηλατοῦντες` 连用,表示持续不断的动作(“持续袭击……并掠夺……”)。
  2. 19.10.3πρὸς δὲ τοὺς ἐκπεπτωκότας τῶν πολιτῶν ὑπὸ τῆς δημοκρατίας — 不及物动词 `ἐκπίπτω`(意为“被驱逐”)的完成时分词 `ἐκπεπτωκότας` 在此作为被动意义使用,因而带有所属的主动者介词短语 `ὑπό` 加上属格(`ὑπὸ τῆς δημοκρατίας`,意为“被民主派”)。
  3. 19.10.3δεύτερον ἔτος ἤδη πολεμοῦντες — 名词短语 `δεύτερον ἔτος` 为时间持续对格,修饰现在分词 `πολεμοῦντες`,表示“已经进行第二年的战争”。
  4. 19.10.4μετʼ ὀλίγον δὲ τῆς πολιτικῆς δυνάμεως ἐπελθούσης πολλαπλασίου — 这是一个独立属格结构,其中 `πολιτικῆς δυνάμεως πολλαπλασίου`(“数倍于其的城邦公民军队”)作为逻辑主语,`ἐπελθούσης` 为分词。形容词 `πολλαπλασίου` 与 `δυνάμεως` 在性、数、格上保持一致。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.10.1-19.10.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.10.1-19.10.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。