Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.84.1-19.84.8

德米特里战象部队的覆灭与加沙陷落

第 161 段,共 301 段 · 希腊语

内容简介

普托莱迈乌斯部署的栅栏使德米特里的战象部队失去作用,最终所有战象均被俘获。战局恶化后德米特里被迫撤退,普托莱迈乌斯的军队利用加沙城门处的混乱占领了该城。

§19.84.1ἐπὶ πολὺν δὲ χρόνον τῆς ἱππομαχίας οὔσης ἐφαμίλλου τὰ θηρία διὰ τῶν Ἰνδῶν εἰς τὸν ἀγῶνα παρορμηθέντα μέχρι μέν τινος προῆγεν καταπληκτικῶς, ὡς οὐδενὸς ὑποστησομένου· ὡς δʼ ἐπὶ τὸν σεσιδηρωμένον χάρακα κατήντησε, τὸ μὲν πλῆθος τῶν ἀκοντιστῶν καὶ τοξοτῶν συνεχῶς βαλλόντων κατετίτρωσκε τὰ σώματα τῶν ἐλεφάντων καὶ τοὺς ἐπʼ αὐτοῖς ἀναβεβηκότας·
在骑兵战势均力敌地持续了很长时间期间,由印度人驱使投入战斗的猛兽们,在一定程度上以可怕的势头向前推进,仿佛没有人能够阻挡它们一样;但当它们来到铁制栅栏前时,源源不断射击的众多标枪手和弓箭手打伤了象群的身体以及骑在它们背上的人。
§19.84.2βιαζομένων δὲ τῶν Ἰνδῶν καὶ κολαζόντων τὰ θηρία τινὰ μὲν αὐτῶν περιεπείροντο τῷ φιλοτεχνηθέντι χάρακι καὶ ταῖς πληγαῖς καὶ πυκνότησι τῶν τιτρωσκόντων περιώδυνα γινόμενα ἐποίει θόρυβον.
虽然印度人强力驱策并鞭打这些猛兽,但它们中的一些被刺穿在精心制作的栅栏上,并且由于伤人者的不断打击和密集攻击而痛苦万分,引起了混乱。
§19.84.3τὸ γὰρ γένος τοῦτο κατὰ μὲν τοὺς ὁμαλοὺς καὶ μαλακοὺς τόπους ἀνυπόστατον παρέχεται κατὰ στόμα τὴν ῥώμην, ἐν δὲ τοῖς τραχέσι καὶ δυσβάτοις τελέως ἄπρακτον ἔχει τὴν ἀλκὴν διὰ τὴν τῶν ποδῶν μαλακότητα.
因为这类动物在平坦且柔软的土地上,在正面交锋中展现出不可阻挡的力量,但在崎岖且难以通行的地方,由于其脚掌的柔软,其勇猛完全无法发挥作用。
§19.84.4διὸ καὶ τότε τῶν περὶ Πτολεμαῖον συνετῶς προεωραμένων τὸ μέλλον ἐκ τοῦ χάρακος τῆς πήξεως ἄπρακτον ἐποίει τὴν βίαν αὐτῶν.
因此,当时由于普托莱迈乌斯的部下英明地预见到了未来,栅栏的设立使得它们的猛烈攻势毫无效果。
τέλος δὲ τῶν πλείστων Ἰνδῶν κατακοντισθέντων ὑποχειρίους συνέβη γενέσθαι πάντας τοὺς ἐλέφαντας.
最后,由于大部分印度人被枪弹击落,所有的战象最终都落入了对方手中。
§19.84.5οὗ τελεσθέντος οἱ πολλοὶ τῶν περὶ τὸν Δημήτριον ἱππέων καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν· αὐτὸς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς καὶ δεόμενος ἑκάστου στῆναι καὶ μὴ καταλιπεῖν αὐτόν, ὡς οὐδεὶς προσεἶχε, συναποχωρεῖν ἠναγκάζετο.
此事发生后,德米特里手下的大部分骑兵惊恐万分,开始逃跑;他自己与少数人被丢在后面,他恳求每一个人停下来,不要抛弃他,但由于没有人理睬,他被迫与他们一同撤退。
§19.84.6μέχρι μὲν οὖν Γάζης οἱ πολλοὶ τῶν ἱππέων συνακολουθοῦντες ὑπήκουον καὶ κατέστησαν εἰς τάξεις, ὥστε μηδένα ῥᾳδίως τολμᾶν προσάγειν τῶν εἰκῇ διωκόντων· τὸ γὰρ πεδίον εὐρύχωρον ὂν καὶ μαλακὸν συνήργει τοῖς βουλομένοις ἐν τάξει ποιεῖσθαι τὴν ἀποχώρησιν.
因此,直到加沙,大部分骑兵都跟随并听从命令,排成队列,以至于那些无序追击的人中没有人敢轻易靠近;因为平原宽阔平坦,有助于那些希望有秩序撤退的人。
§19.84.7συνείποντο δὲ καὶ πεζῶν οἱ βουληθέντες λιπεῖν τὰς τάξεις καὶ χωρὶς τῶν ὅπλων διασώζειν ἑαυτοὺς ἐλαφρούς.
步兵中那些希望脱离队伍、不带武器、轻装保全自己的人也同行。
παραλλάσσοντος δὲ αὐτοῦ Γάζαν περὶ ἡλίου δύσιν ἀπολιπόντες τῶν ἱππέων τινὲς παρῆλθον εἰς τὴν πόλιν, ἐκκομίσαι βουλόμενοι τὰς ἀποσκευάς.
当他在日落时分经过加沙时,一些骑兵离开队伍进入城内,想要搬出自己的行李。
§19.84.8ἀνοιχθεισῶν οὖν τῶν πυλῶν καὶ πλήθους ὑποζυγίων ἀθροισθέντος, ἔτι δʼ ἑκάστου πρώτου σπεύδοντος ἐξαγαγεῖν τὰ σκευοφόρα τοσοῦτον θόρυβον γενέσθαι συνέβη περὶ τὰς πύλας ὥστε τῶν περὶ Πτολεμαῖον ἐπιόντων μηδένα δύνασθαι φθάσαι συγκλείσαντα.
于是,当城门被打开,大批驮兽聚集在一起,而且每个人都急于第一个把自己的行李运出去时,城门周围发生了巨大的混乱,以至于在追击的普托莱迈乌斯的部下赶到之前,没有人能够来得及关闭城门。
διόπερ εἰσπεσόντων τῶν πολεμίων ἐντὸς τοῦ τείχους ἡ πόλις ὑποχείριος ἐγένετο τοῖς περὶ Πτολεμαῖον.
因此,由于敌人冲进了城墙内,城市落入了普托莱迈乌斯部下的手中。

词汇与语法注释

  1. 19.84.1ὡς οὐδενὸς ὑποστησομένου — 带有连词 ὡς 的将来分词独立属格(οὐδενὸς ὑποστησομένου),表示主观的设想或信念(“好似没有人会抵抗一样”)。
  2. 19.84.4τῶν περὶ Πτολεμαῖον συνετῶς προεωραμένων τὸ μέλλον — 表示原因的独立属格。主句动词 ἐποίει 的逻辑主语被理解为这一独立属格所表达的“普托莱迈乌斯部下的先见之明(以及设立栅栏的行为)”。
  3. 19.84.8μηδένα δύνασθαι φθάσαι συγκλείσαντα — 动词 φθάνω 伴随分词(此处为与 μηδένα 一致的宾格分词 συγκλείσαντα)构成特有句式,意为“抢先做某事”或“在他人之前做某事”。此处与否定词 μηδένα 连起,表示“在敌军到达前,谁也来不及关闭城门”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.84.1-19.84.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.84.1-19.84.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。