Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.83.1-19.83.5

普托莱迈乌斯的右翼重整与骑兵激战

第 160 段,共 301 段 · 希腊语

内容简介

普托莱迈乌斯和塞琉古得知敌军部署后,加强了己方的右翼,并布置了防象栅栏和轻装部队。两军精锐骑兵随即展开激战,起初德米特里占优,但很快陷入了惨烈的白兵战。

§19.83.1οἱ δὲ περὶ τὸν Πτολεμαῖον καὶ Σέλευκον τὸ μὲν πρῶτον ἔταξαν ἰσχυρὰν τὴν εὐώνυμον τάξιν, ἀγνοοῦντες τῶν ἐναντίων τὴν ἐπιβολήν·
另一方面,普托莱迈乌斯和塞琉古最初部署了强有力的左翼,因为他们不知道敌人的意图。
μαθόντες δὲ παρὰ τῶν κατασκόπων τὸ γεγονὸς ταχέως ἐξέταξαν τὴν δύναμιν ὅπως τὸ δεξιὸν κέρας ἰσχὺν ἔχον καὶ δύναμιν τὴν κρατίστην διαγωνίσηται πρὸς τοὺς μετὰ Δημητρίου τεταγμένους ἐν τοῖς εὐωνύμοις μέρεσιν.
但在从侦察兵那里得知情况后,他们迅速调整了兵力部署,使拥有雄厚兵力和最强战斗力的右翼能够与在左翼与德米特里部署在一起的敌军决一死战。
ἔταξαν δὲ ἐπὶ τοῦ κέρατος τούτου τῶν ἱππέων τοὺς κρατίστους τρισχιλίους, ἐν οἷς καὶ αὐτοὶ διεγνώκεισαν ἀγωνίσασθαι.
他们在这翼部署了三千名最强壮的骑兵,他们自己也决心在其中参战。
§19.83.2προέταξαν δὲ τῆς στάσεως ταύτης τοὺς κομίζοντας χάρακα σεσιδηρωμένον καὶ δεδεμένον ἀλύσεσιν, ὃν παρεσκευάσαντο πρὸς τὴν τῶν ἐλεφάντων ἔφοδον· ταθέντος γὰρ τούτου ῥᾴδιον ἦν εἴργειν τὰ θηρία τῆς εἰς τοὔμπροσθεν πορείας.
在这一阵线的前方,他们部署了携带铁制并用铁链连接的防护栅栏的人员,这是他们为应对战象的冲击而准备的;因为一旦将其展开,就很容易阻止这些猛兽继续向前推进。
§19.83.3προέταξαν δὲ τοῦ κέρατος τούτου καὶ τὰ ψιλικὰ τάγματα, παραγγείλαντες τοῖς τε ἀκοντισταῖς καὶ τοξόταις συνεχῶς κατατιτρώσκειν τὰ θηρία καὶ τοὺς ἐπʼ αὐτοῖς ἀναβεβηκότας.
他们还在该翼前方部署了轻装部队,命令标枪手和弓箭手不断杀伤这些猛兽及其背上的骑乘者。
τοῦτον δὲ τὸν τρόπον ὀχυρωσάμενοι τὸ δεξιὸν κέρας καὶ τὴν ἄλλην δύναμιν ἐκτάξαντες ἐνδεχομένως ἐπῆγον τοῖς πολεμίοις μετὰ πολλῆς κραυγῆς.
以此方式巩固了右翼并尽可能妥善地调整了其余兵力后,他们伴随着巨大的呐喊声向敌人进军。
Ἀντεπαγόντων δὲ καὶ τῶν ἐναντίων τὸ μὲν πρῶτον ἐπʼ ἄκρων τῶν κεράτων ἱππομαχία συνέστη τῶν προτεταγμένων ἱππέων, ἐν οἷς πολὺ προετέρουν οἱ περὶ τὸν Δημήτριον.
由于敌人也迎击而来,起初在两翼的顶端,前锋骑兵之间爆发了骑兵战,其中德米特里的一方占据了极大的优势。
§19.83.4μετʼ ὀλίγον δὲ τῶν περὶ Πτολεμαῖον καὶ Σέλευκον περιιππευσάντων τὸ κέρας καὶ βιαιότερον ἐπενεχθέντων ὀρθαῖς ταῖς εἴλαις συνέστη καρτερὰ μάχη διὰ τὰς ἑκατέρων προθυμίας.
但不久之后,普托莱迈乌斯和塞琉古的部下绕过翼侧,以纵队更加猛烈地冲击,由于双方的英勇奋战,爆发了一场激烈的战斗。
§19.83.5κατὰ μὲν οὖν τὴν πρώτην ἔφοδον τοῖς ξυστοῖς ἀγωνισάμενοι τούτων τε τὰ πλεῖστα συνέτριψαν καὶ τῶν ἀγωνιζομένων οὐκ ὀλίγους κατετραυμάτισαν· κατὰ δὲ τὴν δευτέραν ἀναστροφὴν εἰς τὴν ἀπὸ τοῦ ξίφους μάχην ὥρμησαν καὶ συμπλεκόμενοι πολλοὺς ἀλλήλων ἀνῄρουν, οἵ τε ἡγεμόνες αὐτοὶ πρὸ πάντων κινδυνεύοντες προετρέποντο τοὺς ὑποτεταγμένους εὐρώστως ὑπομένειν τὸ δεινόν, οἵ τʼ ἐπὶ τῶν κεράτων ἱππεῖς, ἅπαντες ἐπιλελεγμένοι κατʼ ἀρετήν, ἡμιλλῶντο πρὸς ἀλλήλους, θεατὰς ἔχοντες τῆς ἀνδρείας τοὺς συναγωνιζομένους στρατηγούς.
因此,在第一次冲击中,他们用长枪交战,折断了大部分长枪,并刺伤了不仅少数的参战者;在第二次转回时,他们投入到用剑进行的肉搏战中,互相扭打并杀死了对方的许多人,而将领们自己也身先士卒、面临危险,勉励部下要顽强地承受这种险境,而两翼的骑兵们——全都是按勇武挑选出来的精兵——也互相竞争,因为他们有并肩作战的将军们作为他们英勇行为的见证人。

词汇与语法注释

  1. 19.83.1οἱ δὲ περὶ τὸν Πτολεμαῖον — 前置词 περί 连同宾格的表达方式在古典期及以后用来指代核心人物及其随从或部下(此处指“普托莱迈乌斯、塞琉古及其将士”)。不应直译为“普托莱迈乌斯周围的人”,而应理解为他们所统帅的军队整体。
  2. 19.83.2ταθέντος γὰρ τούτου — 这是一个属格独立结构,前文的单数名词 χάραξ(阳性,“栅栏/杭”)由指示代词 οὗτος 的属格形式 τούτου 指代,并伴有分词 ταθέντος(动词 τείνω 的被动过去分词属格单数阳性)。意为“因为当它被展开时”。
  3. 19.83.4ὀρθαῖς ταῖς εἴλαις — 伴有形容词 ὀρθός 叙述用法的与格短语。作为军事术语,它表示“将骑兵中队(εἴλη)排成纵队、笔直地”进行冲击的样态。另一种解释可以取“迎面、直角地”,但在文脉中,它描述的是整队发起猛烈突击的情形。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.83.1-19.83.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.83.1-19.83.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。