§19.83.1οἱ δὲ περὶ τὸν Πτολεμαῖον καὶ Σέλευκον τὸ μὲν πρῶτον ἔταξαν ἰσχυρὰν τὴν εὐώνυμον τάξιν, ἀγνοοῦντες τῶν ἐναντίων τὴν ἐπιβολήν·
一方、プトレマイオスとセレウコスの陣営は、最初は敵の企図を知らなかったため、自軍の左翼を強力に配置していた。
μαθόντες δὲ παρὰ τῶν κατασκόπων τὸ γεγονὸς ταχέως ἐξέταξαν τὴν δύναμιν ὅπως τὸ δεξιὸν κέρας ἰσχὺν ἔχον καὶ δύναμιν τὴν κρατίστην διαγωνίσηται πρὸς τοὺς μετὰ Δημητρίου τεταγμένους ἐν τοῖς εὐωνύμοις μέρεσιν.
しかし、偵察兵から事の顛末を知ると、速やかに兵力を再配置し、右翼が強固な兵力と最強の戦力を備えて、左翼にデメトリオスと共に配置された敵と決戦を行えるようにした。
ἔταξαν δὲ ἐπὶ τοῦ κέρατος τούτου τῶν ἱππέων τοὺς κρατίστους τρισχιλίους, ἐν οἷς καὶ αὐτοὶ διεγνώκεισαν ἀγωνίσασθαι.
そして彼らは、この翼に最も強力な騎兵三千名を配置し、その中で彼ら自身も戦う決意をしていた。
§19.83.2προέταξαν δὲ τῆς στάσεως ταύτης τοὺς κομίζοντας χάρακα σεσιδηρωμένον καὶ δεδεμένον ἀλύσεσιν, ὃν παρεσκευάσαντο πρὸς τὴν τῶν ἐλεφάντων ἔφοδον·
また、この陣形の前に、鉄で補強され鎖で繋がれた杭を運ぶ者たちを配置した。 これは彼らが象の突撃に備えて準備していたものである。
ταθέντος γὰρ τούτου ῥᾴδιον ἦν εἴργειν τὰ θηρία τῆς εἰς τοὔμπροσθεν πορείας.
なぜなら、これが展開されれば、それらの猛獣が前方へ進むのを阻止することが容易だからであった。
§19.83.3προέταξαν δὲ τοῦ κέρατος τούτου καὶ τὰ ψιλικὰ τάγματα, παραγγείλαντες τοῖς τε ἀκοντισταῖς καὶ τοξόταις συνεχῶς κατατιτρώσκειν τὰ θηρία καὶ τοὺς ἐπʼ αὐτοῖς ἀναβεβηκότας.
さらに、彼らはこの翼の前に軽装兵の部隊も配置し、槍投げ兵や弓兵たちに、猛獣たちとその上に乗っている者たちを絶えず傷つけるように命じた。
τοῦτον δὲ τὸν τρόπον ὀχυρωσάμενοι τὸ δεξιὸν κέρας καὶ τὴν ἄλλην δύναμιν ἐκτάξαντες ἐνδεχομένως ἐπῆγον τοῖς πολεμίοις μετὰ πολλῆς κραυγῆς.
このようにして右翼を強固にし、残りの兵力も適切に整列させた上で、彼らは大歓声を上げて敵に向かって進撃した。
Ἀντεπαγόντων δὲ καὶ τῶν ἐναντίων τὸ μὲν πρῶτον ἐπʼ ἄκρων τῶν κεράτων ἱππομαχία συνέστη τῶν προτεταγμένων ἱππέων, ἐν οἷς πολὺ προετέρουν οἱ περὶ τὸν Δημήτριον.
敵もまた迎え撃ち進んできたので、最初は両翼の先端で、前方に配置されていた騎兵たちの間で騎兵戦が起こり、その中ではデメトリオスの側がはるかに優勢であった。
§19.83.4μετʼ ὀλίγον δὲ τῶν περὶ Πτολεμαῖον καὶ Σέλευκον περιιππευσάντων τὸ κέρας καὶ βιαιότερον ἐπενεχθέντων ὀρθαῖς ταῖς εἴλαις συνέστη καρτερὰ μάχη διὰ τὰς ἑκατέρων προθυμίας.
しかし間もなく、プトレマイオスとセレウコスの配下がその翼を迂回し、縦隊を組んでより激しく襲いかかったため、双方の奮闘によって激しい戦闘が引き起こされた。
§19.83.5κατὰ μὲν οὖν τὴν πρώτην ἔφοδον τοῖς ξυστοῖς ἀγωνισάμενοι τούτων τε τὰ πλεῖστα συνέτριψαν καὶ τῶν ἀγωνιζομένων οὐκ ὀλίγους κατετραυμάτισαν·
最初の突撃においては、彼らは長槍で戦い、それらの大部分をへし折り、戦っている者たちの少なからぬ数を負傷させた。
κατὰ δὲ τὴν δευτέραν ἀναστροφὴν εἰς τὴν ἀπὸ τοῦ ξίφους μάχην ὥρμησαν καὶ συμπλεκόμενοι πολλοὺς ἀλλήλων ἀνῄρουν, οἵ τε ἡγεμόνες αὐτοὶ πρὸ πάντων κινδυνεύοντες προετρέποντο τοὺς ὑποτεταγμένους εὐρώστως ὑπομένειν τὸ δεινόν, οἵ τʼ ἐπὶ τῶν κεράτων ἱππεῖς, ἅπαντες ἐπιλελεγμένοι κατʼ ἀρετήν, ἡμιλλῶντο πρὸς ἀλλήλους, θεατὰς ἔχοντες τῆς ἀνδρείας τοὺς συναγωνιζομένους στρατηγούς.
そして、二度目の反転の際には剣による戦闘へと突入し、組み合いながら互いに多くを討ち取った。 将軍たち自身もまた誰よりも先に危険に身をさらしながら、配下の兵たちにこの恐るべき事態を力強く持ちこたえるよう励まし、翼に配された騎兵たちは、皆勇気によって選りすぐられた者たちであったが、自分たちの勇気の目撃者として、共に戦っている将軍たちを擁していることから、互いに競い合った。