§19.75.1κατὰ δὲ τὴν Ἀσίαν Κάσανδρος ὁ τῆς Καρίας κυριεύων πιεζούμενος τῷ πολέμῳ διελύσατο πρὸς Ἀντίγονον ἐφʼ ᾧ τοὺς μὲν στρατιώτας παραδώσει πάντας Ἀντιγόνῳ, τὰς δʼ Ἑλληνίδας πόλεις αὐτονόμους ἀφήσει, τὴν δὲ σατραπείαν ἣν πρότερον εἶχε δωρεὰν καθέξει, §19.75.2βέβαιος ὢν φίλος Ἀντιγόνῳ.
在亚洲,统治卡里亚的阿散德因战争而陷入困境,与安提柯达成了和解,条件是他将把所有士兵交给安提柯,让希腊各城市保持自治,并作为赏赐继续保有他先前拥有的行省,并成为安提柯坚定的友人。
δοὺς δὲ περὶ τούτων ὅμηρον Ἀγάθωνα τὸν ἀδελφὸν καὶ μετʼ ὀλίγας ἡμέρας μεταμεληθεὶς ἐπὶ ταῖς συνθήκαις τὸν μὲν ἀδελφὸν ἐξέκλεψεν ἐκ τῆς ὁμηρίας, πρὸς δὲ Πτολεμαῖον καὶ Σέλευκον διαπρεσβευσάμενος ἠξίου βοηθεῖν τὴν ταχίστην.
他为这些条件交出自己的兄弟阿加同作为人质,但几天后便对条约感到后悔,将兄弟从人质状态中营救出来,并向普托勒迈伊斯和塞琉古派遣使节,请求他们尽快提供援助。
§19.75.3ἐφʼ οἷς Ἀντίγονος δεινοπαθήσας δύναμιν ἀπέστειλεν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, τοῦ μὲν στόλου ναύαρχον ἀποδείξας Μήδιον, τοῦ δὲ στρατοπέδου καταστήσας στρατηγὸν Δόκιμον.
对此,安提柯大为恼火,从陆路和海路派遣军队去解放这些城市,任命米底乌斯为舰队司令,并委派多基莫斯为陆军将军。
§19.75.4οὗτοι δὲ παραγενόμενοι πρὸς τὴν πόλιν τῶν Μιλησίων τούς τε πολίτας ἐκάλουν ἐπὶ τὴν ἐλευθερίαν καὶ τὴν φρουρουμένην ἄκραν ἐκπολιορκήσαντες εἰς αὐτονομίαν ἀποκατέστησαν τὸ πολίτευμα.
他们来到米利都人的城市后,便号召市民争取自由,并在攻占了驻军防守的卫城后,恢复了该城邦的自治政体。
§19.75.5περὶ ταῦτα δʼ ὄντων τούτων Ἀντίγονος Τράλλεις ἐξεπολιόρκησεν· εἰς δὲ Καῦνον παρελθὼν καὶ τὸν στόλον μεταπεμψάμενος εἷλε καὶ ταύτην τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην δὲ περιχαρακώσας, καθʼ ὃ μέρος ἦν προσμάχεσθαι, συνεχεῖς προσβολὰς ἐποιεῖτο.
在他们忙于这些事务时,安提柯攻陷了特拉勒斯;随后他前往考诺斯,并召集了舰队,也夺取了这座城市,仅除卫城之外;他用围栏将卫城易受攻击的部分包围起来,并发起连续不断的进攻。
ἐπὶ δὲ τὴν Ἰασὸν πόλιν ἐκπεμφθεὶς Πτολεμαῖος μετὰ δυνάμεως ἱκανῆς ἠνάγκασε προσθέσθαι τοῖς περὶ Ἀντίγονον.
与此同时,托勒密率领足够的兵力被派往亚索斯城,迫使他们归顺安提柯一方。
§19.75.6αὗται μὲν οὖν τῆς Καρίας οὖσαι τοῦτον τὸν τρόπον ὑπετάγησαν Ἀντιγόνῳ.
因此,这些属于卡里亚的城市便以这种方式臣服于安提柯。
μετʼ ὀλίγας δʼ ἡμέρας ἐλθόντων πρὸς αὐτὸν πρεσβευτῶν παρʼ Αἰτωλῶν καὶ Βοιωτῶν πρὸς μὲν τούτους συμμαχίαν συνέθετο, τῷ δὲ Κασάνδρῳ συνελθὼν εἰς λόγους ὑπὲρ εἰρήνης περὶ τὸν Ἑλλήσποντον ἀπῆλθεν ἄπρακτος, οὐ δυναμένων αὐτῶν οὐδαμῶς συμφωνῆσαι.
几天后,来自埃托利亚人和波奥蒂亚人的使节来到他那里,他与他们缔结了同盟,并为了和平在赫勒斯滂附近与卡桑德进行谈判,但由于他们完全无法达成一致,他无功而返。
διόπερ ὁ Κάσανδρος ἀπογνοὺς τὰς διαλύσεις διέγνω τῶν κατὰ τὴν Ἑλλάδα πάλιν πραγμάτων ἀντέχεσθαι.
因此,卡桑德对和解感到绝望,决定再次插手希腊的事务。
§19.75.7ἀναζεύξας οὖν μετὰ τριάκοντα νεῶν εἰς Ὠρεὸν ἐπολιόρκει τὴν πόλιν.
于是,他率领三十艘船出发前往奥勒乌斯,包围了这座城市。
ἐνεργῶς δʼ αὐτοῦ ταῖς προσβολαῖς χρωμένου καὶ τοῦ πολίσματος ἤδη κατὰ κράτος ἁλισκομένου παρεγένετο βοηθήσων τοῖς Ὠρίταις Τελεσφόρος μὲν ἐκ Πελοποννήσου μετὰ νεῶν εἴκοσι καὶ στρατιωτῶν χιλίων, Μήδιος δʼ ἐκ τῆς Ἀσίας ἔχων ναῦς ἑκατόν.
在他的猛烈进攻下,城镇已快要被攻破,此时,德莱斯福洛斯率领二十艘船和一千名士兵从伯罗奔尼撒前来救援奥勒乌斯人,米底乌斯也率领一百艘船从亚洲赶来。
§19.75.8οὗτοι δʼ ὁρῶντες ἐφορμούσας τῷ λιμένι τὰς τοῦ Κασάνδρου ναῦς πῦρ ἐνῆκαν καὶ τέσσαρας μὲν κατέκαυσαν, παρʼ ὀλίγον δὲ καὶ πάσας διέφθειραν· τοῖς δʼ ἐλαττουμένοις παραγενομένης βοηθείας ἐξ Ἀθηνῶν ἐπέπλευσαν οἱ περὶ Κάσανδρον καταφρονοῦσι τοῖς πολεμίοις.
他们看到卡桑德的船只停泊在港口,便放火焚烧,烧毁了其中四艘,并且几乎将它们全部摧毁;但当来自雅典的援助抵达那些处于劣势的人那里时,卡桑德的人便向那些麻痹大意的敌人驶去。
συμβαλόντες δʼ αὐτοῖς μίαν μὲν κατέδυσαν, τρεῖς δʼ αὐτάνδρους ἔλαβον.
他们与敌交战,击沉了一艘船,并连同船员一起俘获了三艘。
καὶ τὰ μὲν πραχθέντα περὶ τὴν Ἑλλάδα καὶ τὸν Πόντον τοιαῦτʼ ἦν.
在希腊和波图斯附近发生的事情就是这样。