§19.74.1ὁ δʼ Ἀντίγονος ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς ἐξέπεμψε Τελεσφόρον εἰς Πελοπόννησον, δοὺς αὐτῷ πεντήκοντα ναῦς καὶ στρατιώτας τοὺς ἱκανούς, καὶ τὰς πόλεις ἐλευθεροῦν ἐνετείλατο· τοῦτο γὰρ πράξας ἤλπιζε πίστιν κατασκευάζειν παρὰ τοῖς Ἕλλησιν ὅτι πρὸς ἀλήθειαν φροντίζει τῆς αὐτονομίας αὐτῶν, καὶ ἅμα γινώσκειν ὑπέλαβε τὰ Κασάνδρου πράγματα.
安提柯在这一企图失败后,派遣德莱斯福洛斯前往伯罗奔尼撒,给了他五十艘船和足够的兵力,并命令他解放各城市;因为他希望通过这样做在希腊人中建立信任,证明他真正关心他们的自治,同时他也认为这可以用来探知卡桑德的事态。
§19.74.2ὁ δὲ Τελεσφόρος ἐπειδὴ τάχιστα κατέπλευσεν εἰς τὴν Πελοπόννησον, ἐπῆλθε τὰς ὑπʼ Ἀλεξάνδρου φρουρουμένας πόλεις καὶ πάσας ἠλευθέρωσε πλὴν Σικυῶνος καὶ Κορίνθου· ἐν ταύταις γὰρ Πολυπέρχων διέτριβεν δυνάμεις ἁδρὰς ἔχων καὶ πιστεύων ταύταις τε καὶ ταῖς τῶν τόπων ὀχυρότησιν.
德莱斯福洛斯一驶入伯罗奔尼撒,就前往那些被亚历山大驻军防守的城市,并将它们全部解放,仅除西锡安和科林斯之外;因为波利伯孔正率领强大的军队留守在其中,并寄希望于这些军队以及这些地势的险要。
§19.74.3ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος ὑπὸ Κασάνδρου πεμφθεὶς στρατηγὸς εἰς τὸν πρὸς Αἰτωλοὺς πόλεμον ὡς τάχισθʼ ἧκεν εἰς τὴν Ἀκαρνανίαν μετὰ τῆς δυνάμεως, τὸ μὲν πρῶτον ἐπεχείρει λεηλατεῖν τὴν Αἰτωλίαν, μετʼ ὀλίγον δὲ πυθόμενος Αἰακίδην τὸν Ἠπειρώτην εἰς τὴν βασιλείαν κατεληλυθότα καὶ δύναμιν ἁδρὰν συνηθροικότα ταχέως ὥρμησεν ἐπʼ αὐτόν· ἔσπευδε γὰρ κατʼ ἰδίαν διαγωνίσασθαι πρὶν ἢ συμμίξαι τὴν τῶν Αἰτωλῶν δύναμιν.
在这些事情进行的同时,被卡桑德派去担任对埃托利亚人战争之将军的菲利普,率领军队以最快速度抵达阿卡纳尼亚,起初他企图掠夺埃托利亚,但不久后得知伊庇鲁斯人埃阿基德斯已重返王位并聚集了强大的军队,便迅速向他进军;因为他急于在埃托利亚人的军队汇合之前,单独决一胜负。
§19.74.4εὑρὼν δὲ τοὺς Ἠπειρώτας ἑτοίμους εἰς μάχην ἐξ ἐφόδου συνῆψεν εἰς χεῖρας καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δʼ ἐζώγρησεν, ἐν οἷς συνέβαινεν εἶναι καὶ τῶν αἰτίων τῆς τοῦ βασιλέως καθόδου περὶ πεντήκοντα τὸν ἀριθμόν, οὓς δήσας ἀπέστειλε πρὸς Κάσανδρον.
他发现伊庇鲁斯人已做好战斗准备,便立即发起交战,斩杀多人,并生擒了不下一部分人,其中恰好有大约五十名促成国王复辟的首谋者,他将他们绑缚并送交卡桑德。
§19.74.5τῶν δὲ περὶ τὸν Αἰακίδην ἀθροισθέντων ἐκ τῆς φυγῆς καὶ τοῖς Αἰτωλοῖς συμμιξάντων πάλιν ἐπελθὼν ὁ Φίλιππος μάχῃ ἐκράτησεν καὶ πολλοὺς ἀνεῖλεν, ἐν οἷς ἦν καὶ Αἰακίδης ὁ βασιλεύς.
在埃阿基德斯周围的人从溃逃中重新集结并与埃托利亚人汇合后,菲利普再次进军并在战斗中获胜,斩杀了许多人,其中也包括国王埃阿基德斯。
§19.74.6ἐν ὀλίγαις δʼ ἡμέραις τηλικαῦτα ποιήσας προτερήματα κατεπλήξατο πολλοὺς τῶν Αἰτωλῶν ἐπὶ τοσοῦτον ὥστε τὰς ἀνοχύρους πόλεις ἐκλιπεῖν, εἰς δὲ τὰ δυσβατώτατα τῶν ὀρῶν συμφυγεῖν μετὰ τέκνων καὶ γυναικῶν.
他在短短几天内取得如此巨大的胜利,震慑了许多埃托利亚人,以至于他们纷纷抛弃了没有防御工事的城市,携妻带子一同逃往山中最险阻的地方。
καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα πραχθέντα τοιοῦτον ἔσχε τὸ τέλος.
至此,在希腊发生的这些事情便告结束。