Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.75.1-19.75.8

アンティゴノスのカリア征服とオレオス救援

152 / 301 箇所 · ギリシア語

要旨

カリアの支配者アサンドロスはアンティゴノスと一時和解するも、すぐに反約して他勢力に支援を求め、これに怒ったアンティゴノスはカリアの都市を次々と攻略・解放する。他方でカサンドロスはオレオスを包囲するが、アンティゴノス側の救援艦隊の急襲を受け、のちにアテナイの支援を得て海戦を展開する。

§19.75.1κατὰ δὲ τὴν Ἀσίαν Κάσανδρος ὁ τῆς Καρίας κυριεύων πιεζούμενος τῷ πολέμῳ διελύσατο πρὸς Ἀντίγονον ἐφʼ ᾧ τοὺς μὲν στρατιώτας παραδώσει πάντας Ἀντιγόνῳ, τὰς δʼ Ἑλληνίδας πόλεις αὐτονόμους ἀφήσει, τὴν δὲ σατραπείαν ἣν πρότερον εἶχε δωρεὰν καθέξει,
アジアにおいては、カリアを支配していたアサンドロスが、戦争に圧迫されてアンティゴノスと和解したが、それは、兵士をすべてアンティゴノスに引き渡し、ギリシアの諸都市を自由のままに残し、以前に有していたサトラペイアを贈り物として保持する、という条件であった。
§19.75.2βέβαιος ὢν φίλος Ἀντιγόνῳ.
そして、アンティゴノスに対して確固たる友人でいる(という条件でもあった)。
δοὺς δὲ περὶ τούτων ὅμηρον Ἀγάθωνα τὸν ἀδελφὸν καὶ μετʼ ὀλίγας ἡμέρας μεταμεληθεὶς ἐπὶ ταῖς συνθήκαις τὸν μὲν ἀδελφὸν ἐξέκλεψεν ἐκ τῆς ὁμηρίας, πρὸς δὲ Πτολεμαῖον καὶ Σέλευκον διαπρεσβευσάμενος ἠξίου βοηθεῖν τὴν ταχίστην.
彼はこれらについて弟のアガトンを人質として差し出したが、数日後にこの条約を後悔し、弟を人質状態から密かに救い出し、プトレマイオスとセレウコスに使節を送って大至急援助するよう求めた。
§19.75.3ἐφʼ οἷς Ἀντίγονος δεινοπαθήσας δύναμιν ἀπέστειλεν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, τοῦ μὲν στόλου ναύαρχον ἀποδείξας Μήδιον, τοῦ δὲ στρατοπέδου καταστήσας στρατηγὸν Δόκιμον.
これに対してアンティゴノスはひどく憤慨し、陸路と海路から諸都市の解放のために軍勢を派遣し、艦隊の提督にはメディオスを任命し、陸軍の将軍にはドキモスを配した。
§19.75.4οὗτοι δὲ παραγενόμενοι πρὸς τὴν πόλιν τῶν Μιλησίων τούς τε πολίτας ἐκάλουν ἐπὶ τὴν ἐλευθερίαν καὶ τὴν φρουρουμένην ἄκραν ἐκπολιορκήσαντες εἰς αὐτονομίαν ἀποκατέστησαν τὸ πολίτευμα.
彼らはミレトス人の都市に到着すると、市民たちに自由を呼びかけ、守備隊が置かれていたアクロポリスを攻め落として、国制を自治へと復帰させた。
§19.75.5περὶ ταῦτα δʼ ὄντων τούτων Ἀντίγονος Τράλλεις ἐξεπολιόρκησεν·
彼らがこれらのことに従事している間に、アンティゴノスはトラレスを攻め落とした。
εἰς δὲ Καῦνον παρελθὼν καὶ τὸν στόλον μεταπεμψάμενος εἷλε καὶ ταύτην τὴν πόλιν πλὴν τῆς ἄκρας·
そしてカウノスに進み、艦隊を呼び寄せて、アクロポリスを除くこの都市も攻略した。
ταύτην δὲ περιχαρακώσας, καθʼ ὃ μέρος ἦν προσμάχεσθαι, συνεχεῖς προσβολὰς ἐποιεῖτο.
この(アクロポリス)を、攻撃可能な場所において囲壁で囲み、連続的な攻撃を加えた。
ἐπὶ δὲ τὴν Ἰασὸν πόλιν ἐκπεμφθεὶς Πτολεμαῖος μετὰ δυνάμεως ἱκανῆς ἠνάγκασε προσθέσθαι τοῖς περὶ Ἀντίγονον.
また、イアソス市へ十分な軍勢とともに派遣されたプトレマイオスは、彼らをアンティゴノスの一派に帰順させた。
§19.75.6αὗται μὲν οὖν τῆς Καρίας οὖσαι τοῦτον τὸν τρόπον ὑπετάγησαν Ἀντιγόνῳ.
こうして、カリアに属するこれらの都市は、このようにしてアンティゴノスに服従した。
μετʼ ὀλίγας δʼ ἡμέρας ἐλθόντων πρὸς αὐτὸν πρεσβευτῶν παρʼ Αἰτωλῶν καὶ Βοιωτῶν πρὸς μὲν τούτους συμμαχίαν συνέθετο, τῷ δὲ Κασάνδρῳ συνελθὼν εἰς λόγους ὑπὲρ εἰρήνης περὶ τὸν Ἑλλήσποντον ἀπῆλθεν ἄπρακτος, οὐ δυναμένων αὐτῶν οὐδαμῶς συμφωνῆσαι.
数日後、アイトリア人とボイオティア人からの使節が彼のもとに来ると、彼らと共同の同盟を結び、他方でヘレスポントス近辺で和平のためにカサンドロスと会談したが、彼らがどうしても合意に達することができなかったため、実を結ぶことなく立ち去った。
διόπερ ὁ Κάσανδρος ἀπογνοὺς τὰς διαλύσεις διέγνω τῶν κατὰ τὴν Ἑλλάδα πάλιν πραγμάτων ἀντέχεσθαι.
それゆえ、カサンドロスは和平交渉を断念し、再びギリシアの情勢に介入することを決意した。
§19.75.7ἀναζεύξας οὖν μετὰ τριάκοντα νεῶν εἰς Ὠρεὸν ἐπολιόρκει τὴν πόλιν.
そこで彼は30隻の船とともに軍を動かしてオレオスへと向かい、その都市を包囲した。
ἐνεργῶς δʼ αὐτοῦ ταῖς προσβολαῖς χρωμένου καὶ τοῦ πολίσματος ἤδη κατὰ κράτος ἁλισκομένου παρεγένετο βοηθήσων τοῖς Ὠρίταις Τελεσφόρος μὲν ἐκ Πελοποννήσου μετὰ νεῶν εἴκοσι καὶ στρατιωτῶν χιλίων, Μήδιος δʼ ἐκ τῆς Ἀσίας ἔχων ναῦς ἑκατόν.
彼が激しく攻撃を加え、その町がすでに力尽きて陥落しかけていたとき、オレオス人たちを救援するために、ペロポネソスからはテレスポロスが20隻 of 船と1000人の兵を率いて、アジアからはメディオスが100隻の船を率いて到着した。
§19.75.8οὗτοι δʼ ὁρῶντες ἐφορμούσας τῷ λιμένι τὰς τοῦ Κασάνδρου ναῦς πῦρ ἐνῆκαν καὶ τέσσαρας μὲν κατέκαυσαν, παρʼ ὀλίγον δὲ καὶ πάσας διέφθειραν·
彼らはカサンドロスの船が港に停泊しているのを見ると、火を放って4隻を焼き払い、あやうくすべてを破壊するところであった。
τοῖς δʼ ἐλαττουμένοις παραγενομένης βοηθείας ἐξ Ἀθηνῶν ἐπέπλευσαν οἱ περὶ Κάσανδρον καταφρονοῦσι τοῖς πολεμίοις.
しかし、劣勢に立たされた者たちにアテナイからの救援が到着すると、カサンドロスの一派は、油断している敵に向かって船を進めた。
συμβαλόντες δʼ αὐτοῖς μίαν μὲν κατέδυσαν, τρεῖς δʼ αὐτάνδρους ἔλαβον.
そして彼らと交戦し、1隻を撃沈し、3隻を乗組員ごと捕獲した。
καὶ τὰ μὲν πραχθέντα περὶ τὴν Ἑλλάδα καὶ τὸν Πόντον τοιαῦτʼ ἦν.
ギリシアおよびポントスをめぐって行われた出来事はこのようなものであった。

語釈・文法注

  1. 19.75.1Κάσανδρος — 写本にはマケドニアの支配者と同じ「カサンドロス(Κάσανδρος)」とあるが、文脈上および歴史的事実(カリアの支配者)から、これはカサンドロスではなくアサンドロス(Asander / Ἄσανδρος)の誤写である。したがって諸外国語訳の慣行に従い「アサンドロス」として翻訳する。
  2. 19.75.1ἐφʼ ᾧ — 前置詞 ἐπί +関係代名詞与格中性に未来直説法(παραδώσει, ἀφήσει, καθέξει)が続く構文で、「〜という条件で(on condition that)」という合意・和解の内容を表す。
  3. 19.75.2βέβαιος ὢν φίλος Ἀντιγόνῳ — 和解の条件の一部をなす主格の分詞句(分詞 ὢν は主格単数男性で主語アサンドロスに一致)。「アンティゴノスに対して確固たる友人でいること(を条件に)」という義務的内容を示す。
  4. 19.75.8καταφρονοῦσι τοῖς πολεμίοις — καταφρονοῦσι は現在分詞能動態与格複数男性で、与格名詞 τοῖς πολεμίοις に一致する。τοῖς πολεμίοις は自動詞 ἐπέπλευσαν の間接目的語(〜に向かって船を進める)。「(優勢に立って)油断している敵に対して」と解される。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.75.1-19.75.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.75.1-19.75.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。