Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.73.1-19.73.10

赖西马科斯镇压黑海西岸诸城邦叛乱

第 150 段,共 301 段 · 希腊语

内容简介

以卡兰蒂斯为首的黑海西岸城邦结成同盟反抗赖西马科斯,赖西马科斯随即出兵镇压。赖西马科斯击败了叛乱城邦及其色雷斯与斯基泰盟友,并克服了安提柯派遣的援军以及色雷斯国王塞乌塞斯的阻碍,取得了胜利。

§19.73.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Θεόφραστος, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Μάρκος Πόπλιος καὶ Γάιος Σουλπίκιος.
当这一年的事务宣告结束时,在雅典由塞奥弗拉斯特接任执政官,而在罗马,马尔库斯·波普利乌斯与盖乌斯·苏尔皮基乌斯被任命为执政官。
ἐπὶ δὲ τούτων Καλλαντιανοὶ κατοικοῦντες ἐν τοῖς ἐν ἀριστερᾷ μέρεσι τοῦ Πόντου καὶ φρουρὰν ἔχοντες παρὰ Λυσιμάχου ταύτην ἐξέβαλον καὶ τῆς αὐτονομίας ἀντείχοντο.
在他们任职期间,居住在蓬托斯左侧地区、并留有赖西马科斯所派驻军的卡兰蒂斯人,驱逐了这支驻军,并力图恢复自治。
§19.73.2ὡσαύτως δὲ τήν τε τῶν Ἰστριανῶν πόλιν καὶ τὰς ἄλλας τὰς πλησιοχώρους· ἐλευθερώσαντες συνέθεντο συμμαχίαν ὡς κοινῇ πολεμεῖν τῷ δυνάστῃ· προσελάβοντο δʼ εἰς τὴν φιλίαν τῶν τε Θρᾳκῶν καὶ Σκυθῶν τοὺς ὁμοροῦντας, ὥστε τὸ πᾶν εἶναι σύστημα βάρος ἔχον καὶ δυνάμενον ἁδραῖς δυνάμεσιν ἀντιτάσσεσθαι.
同样地,他们在解放了伊斯特里亚人的城市以及其他邻近城市后,结成同盟,以便共同对抗这位统治者;他们还将接壤的色雷斯人和斯基泰人争取到友好关系中,从而使整个联盟成为一个具有分量、能够与强大军队抗衡的整体。
§19.73.3ὁ δὲ Λυσίμαχος πυθόμενος τὰ πεπραγμένα μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπὶ τοὺς ἀφεστηκότας.
赖西马科斯得知所发生的事情后,率领军队向叛乱者进军。
ποιούμενος δὲ τὴν πορείαν διὰ τῆς Θρᾴκης καὶ τὸν Αἷμον ὑπερβαλὼν κατεστρατοπέδευσε πλησίον τῆς Ὀδησσοῦ.
他取道色雷斯,越过海玛斯山脉,在奥德索斯附近安营扎寨。
πολιορκίαν δὲ συστησάμενος ταχὺ τοὺς ἔνδον κατεπλήξατο καὶ διʼ ὁμολογίας παρέλαβε τὴν πόλιν.
在展开围攻后,他迅速震慑了城内的人,并通过协议接管了该城。
§19.73.4μετὰ δὲ ταῦτα τῷ παραπλησίῳ τρόπῳ τοὺς Ἰστριανοὺς ἀνακτησάμενος ἀνέζευξεν ἐπὶ Καλλαντιανούς.
在此之后,他以类似的方式重新收复了伊斯特里亚人,随后向卡兰蒂斯人进军。
καθʼ ὃν δὴ χρόνον ἧκον οἵ τε Σκύθαι καὶ Θρᾷκες σὺν πολλῇ δυνάμει βοηθήσοντες τοῖς συμμάχοις κατὰ τὰς συνθήκας.
正是在这个时候,斯基泰人和色雷斯人根据条约率领大军前来援助他们的盟友。
§19.73.5οἷς ἀπαντήσας Λυσίμαχος καὶ συμβαλὼν ἐξ ἐφόδου τοὺς μὲν Θρᾷκας καταπληξάμενος ἔπεισε μεταθέσθαι, τοὺς δὲ Σκύθας ἐκ παρατάξεως νικήσας καὶ πολλοὺς ἀνελὼν τούτων μὲν τοὺς ὑπολειφθέντας ἐδίωξεν ἐκτὸς τῶν ὅρων, τὴν δὲ τῶν Καλλαντιανῶν πόλιν περιστρατοπεδεύσας συνεστήσατο πολιορκίαν, φιλοτιμούμενος ἐκ παντὸς τρόπου κολάσαι τοὺς αἰτίους τῆς ἀποστάσεως.
迎击他们的赖西马科斯随即与他们交战,震慑了色雷斯人并说服他们转变立场,又在阵地战中击败了斯基泰人并斩杀多人,将幸存者追击至国境之外。 接着,他包围了卡兰蒂斯人的城市,展开了围攻,极力想方设法惩罚叛乱的首谋者。
§19.73.6περὶ ταῦτα δʼ ὄντος αὐτοῦ παρῆσάν τινες ἀπαγγέλλοντες ὅτι δύο δυνάμεις ἀπέσταλκεν Ἀντίγονος ἐπὶ βοήθειαν τοῖς Καλλαντιανοῖς, τὴν μὲν πεζῇ, τὴν δὲ κατὰ θάλασσαν, καὶ διότι τῷ μὲν στόλῳ Λύκων ὁ στρατηγὸς παραπέπλευκεν εἰς τὸν Πόντον, Παυσανίας δʼ ἔχων οὐκ ὀλίγους στρατιώτας περὶ τὸ καλούμενον Ἱερὸν κατεστρατοπέδευσεν.
正当他忙于这些事务时,有人前来报告说,安提柯已经派遣了两支军队援助卡兰蒂斯人,一支走陆路,另一支走海路,并且将军吕孔已率领舰队驶入蓬托斯,而帕乌萨尼亚斯率领不少士兵在被称为“希埃隆”的地方附近安营扎寨。
§19.73.7ἐφʼ οἷς ὁ Λυσίμαχος διαταραχθεὶς ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπεν τοὺς ἱκανοὺς στρατιώτας, τὸ δὲ κράτιστον τῆς δυνάμεως ἀναλαβὼν αὐτὸς ἠπείγετο, σπεύδων συνάψαι τοῖς πολεμίοις.
赖西马科斯对此深感不安,在围城现场留下了足够的士兵,而他自己则带领军队的精锐迅速前进,急于与敌人交战。
§19.73.8παραγενόμενος δὲ ἐπὶ τὴν κατὰ τὸν Αἷμον ὑπερβολὴν εὗρε Σεύθην τὸν βασιλέα τῶν Θρᾳκῶν ἀφεστηκότα πρὸς Ἀντίγονον μετὰ πολλῶν στρατιωτῶν φυλάσσοντα τὰς παρόδους.
他来到海玛斯山脉的山口时,发现色雷斯国王塞乌塞斯已经投靠了安提柯,正率领许多士兵把守着通道。
§19.73.9συνάψας δʼ αὐτῷ μάχην ἐφʼ ἱκανὸν χρόνον τῶν τε ἰδίων ἀπέβαλεν οὐκ ὀλίγους καὶ τῶν πολεμίων ἀνελὼν παμπληθεῖς ἐβιάσατο τοὺς βαρβάρους.
与他交战了相当长的时间后,他失去了不少自己人,但也斩杀了极多敌人,强行击退了蛮族。
§19.73.10ἐπιφανεὶς δὲ καὶ τοῖς περὶ τὸν Παυσανίαν καὶ καταλαβὼν αὐτοὺς εἰς δυσχωρίας συμπεφευγότας ταύτας τʼ ἐξεπολιόρκησε καὶ Παυσανίαν ἀνελὼν τῶν στρατιωτῶν οὓς μὲν ἐλύτρωσεν, οὓς δὲ εἰς τὰς ἰδίας τάξεις διένειμεν.
随后他突然出现在帕乌萨尼亚斯等人面前,发现他们已逃入险要地形,便攻占了这些地方,并斩杀了帕乌萨尼亚斯,对于士兵,他将一部分释放,另一部分则编入了自己的队伍。
τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.
赖西马科斯的情况大体如此。

词汇与语法注释

  1. §19.73.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν — 由属格名词 τῶν πράξεων 和属格现在分词 ἐχουσῶν 构成的属格绝对结构,在句首用以交代时间背景(“当这一年的事务宣告结束时”)。
  2. §19.73.2ὥστε τὸ πᾶν εἶναι σύστημα βάρος ἔχον — 引入结果从句的连词 ὥστε 后接不定式 εἶναι,其中宾格的 τὸ πᾶν 为该不定式的逻辑主语,意为“其结果是使整体成为……”。
  3. §19.73.6ὅτι δύο δυνάμεις ἀπέσταλκεν Ἀντίγονος ... καὶ διότι τῷ μὲν στόλῳ ... — 作为分词 ἀπαγγέλλοντες(“报告”)宾语的名词性从句分别由 ὅτι 和 διότι 引导,并由等位连词 καί 连接。在此处,διότι 引导名词性从句的功能与 ὅτι 完全相同。
  4. §19.73.10τῶν στρατιωτῶν οὓς μὲν ἐλύτρωσεν, οὓς δὲ εἰς τὰς ἰδίας τάξεις διένειμεν — 属格 τῶν στρατιωτῶν 为部分属格,在句中充当后续表示对照的关系代词(οὓς μέν ... οὓς δέ)的先行词,意为“在这些士兵中,一部分……另一部分……”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.73.1-19.73.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.73.1-19.73.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。