§19.74.1ὁ δʼ Ἀντίγονος ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς ἐξέπεμψε Τελεσφόρον εἰς Πελοπόννησον, δοὺς αὐτῷ πεντήκοντα ναῦς καὶ στρατιώτας τοὺς ἱκανούς, καὶ τὰς πόλεις ἐλευθεροῦν ἐνετείλατο·
アンティゴノスはこの企てに失敗すると、テレスポロスに50隻の船と十分な兵力を与えてペロポネソスへと派遣し、諸都市を解放するよう命じた。
τοῦτο γὰρ πράξας ἤλπιζε πίστιν κατασκευάζειν παρὰ τοῖς Ἕλλησιν ὅτι πρὸς ἀλήθειαν φροντίζει τῆς αὐτονομίας αὐτῶν, καὶ ἅμα γινώσκειν ὑπέλαβε τὰ Κασάνδρου πράγματα.
なぜなら、そうすることによって、ギリシア人たちの間に自分が彼らの自治を真に配慮しているという信頼を築くことができると期待したからであり、同時にカサンドロスの情勢を探ることができると考えたからであった。
§19.74.2ὁ δὲ Τελεσφόρος ἐπειδὴ τάχιστα κατέπλευσεν εἰς τὴν Πελοπόννησον, ἐπῆλθε τὰς ὑπʼ Ἀλεξάνδρου φρουρουμένας πόλεις καὶ πάσας ἠλευθέρωσε πλὴν Σικυῶνος καὶ Κορίνθου·
テレスポロスは、ペロポネソスに航行して到着するとすぐに、アレクサンドロスによって守備隊が置かれていた諸都市を訪れて、シキュオンとコリントスを除くすべてを解放した。
ἐν ταύταις γὰρ Πολυπέρχων διέτριβεν δυνάμεις ἁδρὰς ἔχων καὶ πιστεύων ταύταις τε καὶ ταῖς τῶν τόπων ὀχυρότησιν.
これら(の都市)にはポリュペルコンが強力な軍勢を率いて滞在しており、それらの軍勢とこれら地域の険阻さに信頼を置いていたからである。
§19.74.3ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος ὑπὸ Κασάνδρου πεμφθεὶς στρατηγὸς εἰς τὸν πρὸς Αἰτωλοὺς πόλεμον ὡς τάχισθʼ ἧκεν εἰς τὴν Ἀκαρνανίαν μετὰ τῆς δυνάμεως, τὸ μὲν πρῶτον ἐπεχείρει λεηλατεῖν τὴν Αἰτωλίαν, μετʼ ὀλίγον δὲ πυθόμενος Αἰακίδην τὸν Ἠπειρώτην εἰς τὴν βασιλείαν κατεληλυθότα καὶ δύναμιν ἁδρὰν συνηθροικότα ταχέως ὥρμησεν ἐπʼ αὐτόν·
これらが実行されているのと同時に、カサンドロスによってアイトリア人との戦争のための将軍として派遣されたフィリッポスは、軍勢を率いて可及的速やかにアカルナニアに到着し、最初はアイトリアを略奪しようと試みたが、まもなく、エペイロス人のアイアキデスが王位に帰還し、強力な軍勢を集めていることを知ると、速やかに彼に向かって進撃した。
ἔσπευδε γὰρ κατʼ ἰδίαν διαγωνίσασθαι πρὶν ἢ συμμίξαι τὴν τῶν Αἰτωλῶν δύναμιν.
アイトリア人の軍勢が合流する前に、単独で決着をつけることを急いだ(望んだ)からである。
§19.74.4εὑρὼν δὲ τοὺς Ἠπειρώτας ἑτοίμους εἰς μάχην ἐξ ἐφόδου συνῆψεν εἰς χεῖρας καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δʼ ἐζώγρησεν, ἐν οἷς συνέβαινεν εἶναι καὶ τῶν αἰτίων τῆς τοῦ βασιλέως καθόδου περὶ πεντήκοντα τὸν ἀριθμόν, οὓς δήσας ἀπέστειλε πρὸς Κάσανδρον.
エペイロス人たちが戦闘準備を整えているのを見出すと、ただちに交戦し、多くの者を討ち取り、少なからぬ者を捕虜とした。 彼らの中には、王の帰還の主謀者たちが約50名含まれており、彼は彼らを縛り上げてカサンドロスのもとに送った。
§19.74.5τῶν δὲ περὶ τὸν Αἰακίδην ἀθροισθέντων ἐκ τῆς φυγῆς καὶ τοῖς Αἰτωλοῖς συμμιξάντων πάλιν ἐπελθὼν ὁ Φίλιππος μάχῃ ἐκράτησεν καὶ πολλοὺς ἀνεῖλεν, ἐν οἷς ἦν καὶ Αἰακίδης ὁ βασιλεύς.
アイアキデスとその周辺の者たちが敗走から再結集し、アイトリア人たちと合流すると、再び進撃したフィリッポスが戦闘において勝利を収め、多くの者を討ち取った。 その中には王アイアキデスも含まれていた。
§19.74.6ἐν ὀλίγαις δʼ ἡμέραις τηλικαῦτα ποιήσας προτερήματα κατεπλήξατο πολλοὺς τῶν Αἰτωλῶν ἐπὶ τοσοῦτον ὥστε τὰς ἀνοχύρους πόλεις ἐκλιπεῖν, εἰς δὲ τὰ δυσβατώτατα τῶν ὀρῶν συμφυγεῖν μετὰ τέκνων καὶ γυναικῶν.
わずか数日のうちにこれほど大きな戦果を挙げたことで、彼は多くのアイトリア人たちを激しく畏怖させ、彼らは防備のない都市を放棄し、妻子を連れて山々の最も険阻な場所へと一斉に逃げ込むほどであった。
καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα πραχθέντα τοιοῦτον ἔσχε τὸ τέλος.
こうして、ギリシアをめぐって行われた出来事はこのような結末を迎えた。