§19.73.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Θεόφραστος, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Μάρκος Πόπλιος καὶ Γάιος Σουλπίκιος.
この年の出来事が終わりを迎える中で、アテナイではテオフラストスがアルコンの職を引き継ぎ、ローマではマルクス・ポプリウスとガイウス・スルピキウスが執政官に就任した。
ἐπὶ δὲ τούτων Καλλαντιανοὶ κατοικοῦντες ἐν τοῖς ἐν ἀριστερᾷ μέρεσι τοῦ Πόντου καὶ φρουρὰν ἔχοντες παρὰ Λυσιμάχου ταύτην ἐξέβαλον καὶ τῆς αὐτονομίας ἀντείχοντο.
彼らの任期中、ポントスの左側の地域に住み、リシマコスから派遣された守備隊を擁していたカッランティアの人々が、この守備隊を追い払い、自治を回復しようと努めた。
§19.73.2ὡσαύτως δὲ τήν τε τῶν Ἰστριανῶν πόλιν καὶ τὰς ἄλλας τὰς πλησιοχώρους· ἐλευθερώσαντες συνέθεντο συμμαχίαν ὡς κοινῇ πολεμεῖν τῷ δυνάστῃ·
同様に彼らは、イストリア人の都市やその他の近隣の都市を解放し、その支配者と共同で戦うための同盟を結んだ。
προσελάβοντο δʼ εἰς τὴν φιλίαν τῶν τε Θρᾳκῶν καὶ Σκυθῶν τοὺς ὁμοροῦντας, ὥστε τὸ πᾶν εἶναι σύστημα βάρος ἔχον καὶ δυνάμενον ἁδραῖς δυνάμεσιν ἀντιτάσσεσθαι.
また、隣接するトラキア人やスキタイ人を友好関係に引き入れ、その結果、全体が重みを持ち、強力な軍勢に対抗できる結集となった。
§19.73.3ὁ δὲ Λυσίμαχος πυθόμενος τὰ πεπραγμένα μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπὶ τοὺς ἀφεστηκότας.
リシマコスは起こったことを知ると、軍勢を率いて反乱者たちに対して進撃した。
ποιούμενος δὲ τὴν πορείαν διὰ τῆς Θρᾴκης καὶ τὸν Αἷμον ὑπερβαλὼν κατεστρατοπέδευσε πλησίον τῆς Ὀδησσοῦ.
彼はトラキアを通って進軍し、ハイモス山脈を越えてオデッソスの近くに陣を張った。
πολιορκίαν δὲ συστησάμενος ταχὺ τοὺς ἔνδον κατεπλήξατο καὶ διʼ ὁμολογίας παρέλαβε τὴν πόλιν.
そして包囲戦を開始すると、すぐに市内の人々を畏怖させ、合意によって都市を引き渡させた。
§19.73.4μετὰ δὲ ταῦτα τῷ παραπλησίῳ τρόπῳ τοὺς Ἰστριανοὺς ἀνακτησάμενος ἀνέζευξεν ἐπὶ Καλλαντιανούς.
この後、同様の方法でイストリアの人々を再び服属させると、カッランティアの人々に対して軍を動かした。
καθʼ ὃν δὴ χρόνον ἧκον οἵ τε Σκύθαι καὶ Θρᾷκες σὺν πολλῇ δυνάμει βοηθήσοντες τοῖς συμμάχοις κατὰ τὰς συνθήκας.
まさにこの時、スキタイ人とトラキア人が、条約に従って同盟者を救援するために大軍を率いてやって来た。
§19.73.5οἷς ἀπαντήσας Λυσίμαχος καὶ συμβαλὼν ἐξ ἐφόδου τοὺς μὲν Θρᾷκας καταπληξάμενος ἔπεισε μεταθέσθαι, τοὺς δὲ Σκύθας ἐκ παρατάξεως νικήσας καὶ πολλοὺς ἀνελὼν τούτων μὲν τοὺς ὑπολειφθέντας ἐδίωξεν ἐκτὸς τῶν ὅρων, τὴν δὲ τῶν Καλλαντιανῶν πόλιν περιστρατοπεδεύσας συνεστήσατο πολιορκίαν, φιλοτιμούμενος ἐκ παντὸς τρόπου κολάσαι τοὺς αἰτίους τῆς ἀποστάσεως.
彼らに立ち向かったリシマコスは、即座に交戦し、トラキア人を畏怖させて寝返るよう説得し、スキタイ人を会戦で破って多くの者を討ち取り、その生き残りを国境の外まで追撃した。 そしてカッランティア人の都市を包囲して包囲戦を開始し、反乱の首謀者たちを何としても処罰しようと努めた。
§19.73.6περὶ ταῦτα δʼ ὄντος αὐτοῦ παρῆσάν τινες ἀπαγγέλλοντες ὅτι δύο δυνάμεις ἀπέσταλκεν Ἀντίγονος ἐπὶ βοήθειαν τοῖς Καλλαντιανοῖς, τὴν μὲν πεζῇ, τὴν δὲ κατὰ θάλασσαν, καὶ διότι τῷ μὲν στόλῳ Λύκων ὁ στρατηγὸς παραπέπλευκεν εἰς τὸν Πόντον, Παυσανίας δʼ ἔχων οὐκ ὀλίγους στρατιώτας περὶ τὸ καλούμενον Ἱερὸν κατεστρατοπέδευσεν.
彼がこれにかかりきりになっている時、アンティゴノスがカッランティア人を救援するために二つの軍勢を、一方は陸路で、もう一方は海路で派遣したこと、また、将軍リュコンが艦隊を率いてポントスへ航行し、パウサニアスが少なからぬ兵を率いて「ヒエロン」と呼ばれる場所の近くに陣を張ったことを報告する者たちがやって来た。
§19.73.7ἐφʼ οἷς ὁ Λυσίμαχος διαταραχθεὶς ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπεν τοὺς ἱκανοὺς στρατιώτας, τὸ δὲ κράτιστον τῆς δυνάμεως ἀναλαβὼν αὐτὸς ἠπείγετο, σπεύδων συνάψαι τοῖς πολεμίοις.
これによって動揺したリシマコスは、包囲戦には十分な兵士を残し、自らは軍の精鋭を率いて、敵と交戦することを目指して急行した。
§19.73.8παραγενόμενος δὲ ἐπὶ τὴν κατὰ τὸν Αἷμον ὑπερβολὴν εὗρε Σεύθην τὸν βασιλέα τῶν Θρᾳκῶν ἀφεστηκότα πρὸς Ἀντίγονον μετὰ πολλῶν στρατιωτῶν φυλάσσοντα τὰς παρόδους.
ハイモス山脈の峠に到着した彼は、トラキアの王セウテスがアンティゴノスの側に寝返り、多くの兵士とともに通路を固めているのを見出した。
§19.73.9συνάψας δʼ αὐτῷ μάχην ἐφʼ ἱκανὸν χρόνον τῶν τε ἰδίων ἀπέβαλεν οὐκ ὀλίγους καὶ τῶν πολεμίων ἀνελὼν παμπληθεῖς ἐβιάσατο τοὺς βαρβάρους.
彼とかなりの時間にわたって戦闘を交え、自軍の少なからぬ兵を失いながらも、敵を非常に多く討ち取ってバルバロイを撃退した。
§19.73.10ἐπιφανεὶς δὲ καὶ τοῖς περὶ τὸν Παυσανίαν καὶ καταλαβὼν αὐτοὺς εἰς δυσχωρίας συμπεφευγότας ταύτας τʼ ἐξεπολιόρκησε καὶ Παυσανίαν ἀνελὼν τῶν στρατιωτῶν οὓς μὲν ἐλύτρωσεν, οὓς δὲ εἰς τὰς ἰδίας τάξεις διένειμεν.
さらに、パウサニアスらの前にも突然現れ、彼らが険路に逃げ込んでいるのを見出すと、その場所を攻め落とし、パウサニアスを討ち取って、兵士たちのうち一部は身代金を取って釈放し、別の一部は自軍の隊列へと編入した。
τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.
こうして、リシマコスをめぐる情勢はこのような状態であった。