Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.72.1-19.72.9

阿加托克利斯备战与萨姆奈特战争

第 149 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯在西西里巩固统治并准备应对与迦太基的战争,而在意大利,罗马人与萨姆奈特人之间的激烈冲突持续,罗马骑兵长官奥利乌斯在战败中英勇牺牲,罗马则派遣殖民者占领卢塞里亚作为长期基地。

§19.72.1μετὰ δὲ ταῦτα Ἀγαθοκλῆς ὁρῶν ἔρημον οὖσαν τὴν Σικελίαν στρατοπέδων πολεμίων ἀδεῶς προσήγετο τὰς πόλεις καὶ τὰ χωρία.
在此之后,阿加托克利斯见西西里并无敌军,便毫无畏惧地将各城市和据点招降至自己麾下。
ταχὺ δὲ πολλῶν ἐγκρατὴς γενόμενος ἰσχυρὰν κατεσκευάσατο τὴν δυναστείαν· καὶ γὰρ συμμάχων πλῆθος καὶ προσόδους ἁδρὰς καὶ στρατόπεδον ἀξιόλογον περιεποιήσατο.
他迅速控制了许多地方,建立了强大的统治;因为他确实获得了大量的同盟者、丰厚的收入以及一支显著的军队。
§19.72.2χωρὶς γὰρ τῶν συμμάχων καὶ τῶν ἐκ Συρακουσσῶν καταγραφέντων εἰς τὴν στρατείαν μισθοφόρους ἐπιλέκτους εἶχε πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ τρισχιλίους πεντήκοντα.
因为除了同盟者和从叙拉古征募入伍的人之外,他还拥有一支精选的雇佣军,包括一万名步兵和三千零五十名骑兵。
ἐποιήσατο δὲ καὶ παρασκευὴν ὅπλων καὶ βελῶν παντοδαπῶν, εἰδὼς τοὺς Καρχηδονίους ἐπιτετιμηκότας τῷ Ἀμίλκᾳ περὶ τῶν συνθηκῶν, συντόμως δὲ πρὸς αὐτὸν τὸν πόλεμον ἐξοίσοντας.
他还准备了各种武器和投掷武器,因为他知道迦太基人已经因条约之事责难哈米尔卡,并很快会对他发动战争。
καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις τοῖς χρόνοις τοιαύτην ἔσχε τὴν κατάστασιν.
此时西西里的局势大体如此。
§19.72.3κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται διαπολεμοῦντες Ῥωμαίοις ἔτη πλείονα περὶ τῆς ἡγεμονίας Πληστικὴν μὲν φρουρὰν ἔχουσαν Ῥωμαϊκὴν ἐξεπολιόρκησαν, Σωρανοὺς δʼ ἔπεισαν κατασφάξαι μὲν τοὺς παρʼ αὐτοῖς Ῥωμαίους, συμμαχίαν δὲ πρὸς Σαμνίτας συνθέσθαι.
而在意大利,为争夺霸权而与罗马人交战多年的萨姆奈特人,攻陷了驻有罗马守备队的普莱斯蒂卡,并说服索拉人屠杀了他们那里的罗马人,与萨姆奈特人结成同盟。
§19.72.4μετὰ δὲ ταῦτα Ῥωμαίων Σατικόλαν πολιορκούντων ἐπεφάνησαν μετὰ δυνάμεως ἁδρᾶς, σπεύδοντες λῦσαι τὴν πολιορκίαν· γενομένης οὖν μάχης ἰσχυρᾶς πολλοὶ μὲν παρʼ ἀμφοτέρων ἀνῃρέθησαν, τέλος δὲ ἐπὶ τοῦ προτερήματος ἐγένοντο Ῥωμαῖοι.
在此之后,当罗马人围攻萨提库拉时,他们率领大军出现,急于解除围困;于是发生了一场激烈的战斗,双方都有许多人阵亡,但最终罗马人占了上风。
μετὰ δὲ τὴν μάχην ἐκπολιορκήσαντες τὴν πόλιν ἐπῄεσαν ἀδεῶς τὰ πλησίον πολίσματα καὶ χωρία προσαγόμενοι.
战斗结束后,他们攻陷了该城,毫无畏惧地前进,将邻近的小城镇和据点收入囊中。
§19.72.5τοῦ δὲ πολέμου περὶ τὰς ἐν Ἀπουλίᾳ πόλεις συνεστῶτος οἱ μὲν Σαμνῖται πάντας τοὺς ἐν ἡλικίᾳ στρατείας ὄντας καταγράψαντες ἐστρατοπέδευσαν πλησίον τῶν πολεμίων, ὡς περὶ τῶν ὅλων κριθησόμενοι.
当战争在阿普利亚的城市周围展开时,萨姆奈特人征募了所有达到服役年龄的人,在敌人附近安营扎寨,准备进行决定胜负的决战。
§19.72.6ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ῥωμαίων καὶ διαγωνιάσας περὶ τοῦ μέλλοντος δύναμιν προέπεμψε πολλήν.
罗马人民得知此事后,对未来深感焦虑,便派遣了一支大军。
εἰωθότες δʼ ἐν τοῖς ἐπικινδύνοις καιροῖς αὐτοκράτορα τοῦ πολέμου καθιστᾶν τινὰ τῶν ἀξιολόγων ἀνδρῶν προεχειρίσαντο τότε Κόιντον Φάβιον καὶ μετʼ αὐτοῦ Κόιντον Αὔλιον ἵππαρχον.
由于在危急时刻他们习惯于任命一位显赫的人物作为战争的独裁官,他们此时便选出了昆图斯·法比乌斯,并与他一同任命昆图斯·奥利乌斯为骑兵长官。
§19.72.7οὗτοι δὲ τὰς δυνάμεις παραλαβόντες παρετάξαντο πρὸς τοὺς Σαμνίτας περὶ τὰς καλουμένας Λαυστόλας καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον.
这些人接管军队后,在被称为劳图莱的地方附近与萨姆奈特人列阵交战,并失去了许多士兵。
τροπῆς δὲ γενομένης καθʼ ἅπαν τὸ στρατόπεδον ὁ μὲν Αὔλιος καταισχυνθεὶς ἐπὶ τῇ φυγῇ μόνος ὑπέστη τῷ πλήθει τῶν πολεμίων, οὐ κρατήσειν ἐλπίζων, ἀλλʼ ἀήττητον τὴν πατρίδα τὸ καθʼ αὑτὸν μέρος ἀποδεικνύων.
当全军溃败时,奥利乌斯因逃跑而感到羞耻,独自一人迎战敌人的大军,不指望获胜,而是尽自己所能表明祖国并未战败。
§19.72.8οὗτος μὲν οὖν οὐ μετασχὼν τοῖς πολίταις τῆς κατὰ τὴν φυγὴν αἰσχύνης ἰδίᾳ περιεποιήσατο θάνατον ἔνδοξον· οἱ δὲ Ῥωμαῖοι φοβηθέντες μὴ τὰ κατὰ τὴν Απουλίαν πράγματα τελέως ἀποβάλωσιν, ἀποικίαν ἐξέπεμψαν εἰς Λουκερίαν πόλιν ἐπιφανεστάτην τῶν ἐν τοῖς τόποις.
因此,他没有与公民们分担逃跑的耻辱,而是为自己赢得了光荣的死亡;但罗马人害怕完全失去在阿普利亚的局势,便向该地区最著名的城市卢塞里亚派遣了殖民者。
ἐκ ταύτης δὲ ὁρμώμενοι διεπολέμουν τοῖς Σαμνίταις, οὐ κακῶς τῆς ἀσφαλείας προνοησάμενοι· §19.72.9διὰ γὰρ ταύτην τὴν πόλιν οὐ μόνον ἐν τούτῳ τῷ πολέμῳ προετέρησαν, ἀλλὰ καὶ κατὰ τοὺς μετὰ ταῦτα γενομένους ἕως τῶν καθʼ ἡμᾶς χρόνων διετέλεσαν ὁρμητηρίῳ χρώμενοι κατὰ τῶν πλησίον ἐθνῶν.
他们以此为基地,继续与萨姆奈特人交战,为自己的安全做好了充分的防范;因为由于这座城市,他们不仅在这场战争中占了上风,而且在随后的战争中,直到我们的时代,他们都一直将其作为对付邻近民族的行动基地。

词汇与语法注释

  1. 19.72.2εἰδὼς τοὺς Καρχηδονίους ἐπιτετιμηκότας … ἐξοίσοντας — 由动词 οἶδα(知道)的完成时分词 εἰδώς 所引导的间接陈述。宾格主语 τοὺς Καρχηδονίους 后面并列连接了完成时分词 ἐπιτετιμηκότας(已经谴责)与将来时分词 ἐξοίσοντας(将要发动战争),两者在此均作补充性分词使用。
  2. 19.72.5ὡς περὶ τῶν ὅλων κριθησόμενοι — 小词 ὡς 与将来时被动分词 κριθησόμενοι 结合,用以表示主句主语(萨姆奈特人)的主观意图或决心(“意图……”)。短语 περὶ τῶν ὅλων 意为“关乎全体、关乎生死存亡的大局”,在此指进行决定命运的决战。
  3. 19.72.7τὸ καθʼ αὑτὸν μέρος — 关系宾格(副词性宾格)。意为“就他个人而言”或“在属于他自己的责任范围内”,在此修饰分词 ἀποδεικνύων,用以限定说明虽然全军溃败,但他以一己之力维持了不败的气节。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.72.1-19.72.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.72.1-19.72.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。