Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.72.1-19.72.9

アガトクレスの軍備強化とサムニウム戦争

149 / 301 箇所 · ギリシア語

要旨

アガトクレスはシケリアでの覇権を強化し、来たるべきカルケドン人との戦いに備える。一方イタリアでは、ローマとサムニウムの間で激しい戦闘が続き、敗走の最中にローマの将軍アウリウスが戦死するが、ローマはルケリアを強固な植民都市として確保する。

§19.72.1μετὰ δὲ ταῦτα Ἀγαθοκλῆς ὁρῶν ἔρημον οὖσαν τὴν Σικελίαν στρατοπέδων πολεμίων ἀδεῶς προσήγετο τὰς πόλεις καὶ τὰ χωρία.
この後、アガトクレスはシケリアが敵軍から空になっているのを見て、何の心配もなく諸都市や拠点を自らの陣営に引き入れた。
ταχὺ δὲ πολλῶν ἐγκρατὴς γενόμενος ἰσχυρὰν κατεσκευάσατο τὴν δυναστείαν·
そして、すぐに多くの場所を支配下に置くことで強力な支配権を確立した。
καὶ γὰρ συμμάχων πλῆθος καὶ προσόδους ἁδρὰς καὶ στρατόπεδον ἀξιόλογον περιεποιήσατο.
実に、彼は多数の同盟者、豊かな収入、そして注目すべき軍隊を手に入れたのである。
§19.72.2χωρὶς γὰρ τῶν συμμάχων καὶ τῶν ἐκ Συρακουσσῶν καταγραφέντων εἰς τὴν στρατείαν μισθοφόρους ἐπιλέκτους εἶχε πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ τρισχιλίους πεντήκοντα.
同盟者や、シュラクサイから従軍のために徴募された人々とは別に、彼は精鋭の傭兵として、歩兵一万人、騎兵三千五十人を擁していた。
ἐποιήσατο δὲ καὶ παρασκευὴν ὅπλων καὶ βελῶν παντοδαπῶν, εἰδὼς τοὺς Καρχηδονίους ἐπιτετιμηκότας τῷ Ἀμίλκᾳ περὶ τῶν συνθηκῶν, συντόμως δὲ πρὸς αὐτὸν τὸν πόλεμον ἐξοίσοντας.
彼はまた、あらゆる種類の武具や飛び道具の準備も行った。 それは、カルケドン人たちが条約についてハミルカルを非難しており、近いうちに彼に対して戦争を仕掛けてくるであろうことを知っていたからである。
καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις τοῖς χρόνοις τοιαύτην ἔσχε τὴν κατάστασιν.
こうして、この時期のシケリアをめぐる情勢はこのような状態となった。
§19.72.3κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται διαπολεμοῦντες Ῥωμαίοις ἔτη πλείονα περὶ τῆς ἡγεμονίας Πληστικὴν μὲν φρουρὰν ἔχουσαν Ῥωμαϊκὴν ἐξεπολιόρκησαν, Σωρανοὺς δʼ ἔπεισαν κατασφάξαι μὲν τοὺς παρʼ αὐτοῖς Ῥωμαίους, συμμαχίαν δὲ πρὸς Σαμνίτας συνθέσθαι.
一方イタリアでは、覇権をめぐってローマ人と何年もの間戦い続けていたサムニウム人たちが、ローマの守備隊が置かれていたプレスティカを包囲して攻略し、ソラの人々を説得して、彼らのもとにいたローマ人を虐殺させ、サムニウム人との同盟を締結させた。
§19.72.4μετὰ δὲ ταῦτα Ῥωμαίων Σατικόλαν πολιορκούντων ἐπεφάνησαν μετὰ δυνάμεως ἁδρᾶς, σπεύδοντες λῦσαι τὴν πολιορκίαν·
これらの後、ローマ人がサティクラを包囲していると、彼らは大軍を率いて現れ、包囲を解こうと努めた。
γενομένης οὖν μάχης ἰσχυρᾶς πολλοὶ μὲν παρʼ ἀμφοτέρων ἀνῃρέθησαν, τέλος δὲ ἐπὶ τοῦ προτερήματος ἐγένοντο Ῥωμαῖοι.
激しい戦闘が行われ、双方から多くの者が討たれたが、最終的にはローマ人が優勢に立った。
μετὰ δὲ τὴν μάχην ἐκπολιορκήσαντες τὴν πόλιν ἐπῄεσαν ἀδεῶς τὰ πλησίον πολίσματα καὶ χωρία προσαγόμενοι.
戦闘の後、彼らは都市を攻め落とし、何の心配もなく周辺の小都市や拠点を襲撃して服属させていった。
§19.72.5τοῦ δὲ πολέμου περὶ τὰς ἐν Ἀπουλίᾳ πόλεις συνεστῶτος οἱ μὲν Σαμνῖται πάντας τοὺς ἐν ἡλικίᾳ στρατείας ὄντας καταγράψαντες ἐστρατοπέδευσαν πλησίον τῶν πολεμίων, ὡς περὶ τῶν ὅλων κριθησόμενοι.
戦争がアプリアの諸都市の周辺で繰り広げられる中で、サムニウム人たちは兵役に適した年齢の者を全員徴募し、全般的な決戦に臨む覚悟で敵の近くに陣を張った。
§19.72.6ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ῥωμαίων καὶ διαγωνιάσας περὶ τοῦ μέλλοντος δύναμιν προέπεμψε πολλήν.
これを知ったローマの民衆は、将来について非常に不安に思い、大軍を派遣した。
εἰωθότες δʼ ἐν τοῖς ἐπικινδύνοις καιροῖς αὐτοκράτορα τοῦ πολέμου καθιστᾶν τινὰ τῶν ἀξιολόγων ἀνδρῶν προεχειρίσαντο τότε Κόιντον Φάβιον καὶ μετʼ αὐτοῦ Κόιντον Αὔλιον ἵππαρχον.
危険な時期には著名な人物の一人を戦争の全権指揮官に任命する習慣があったため、彼らは当時クィントゥス・ファビウスを、そして彼とともにクィントゥス・アウリウスを騎兵長官に指名した。
§19.72.7οὗτοι δὲ τὰς δυνάμεις παραλαβόντες παρετάξαντο πρὸς τοὺς Σαμνίτας περὶ τὰς καλουμένας Λαυστόλας καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον.
彼らは軍隊を引き受けると、ラウストライと呼ばれる場所の近くでサムニウム人に対して布陣したが、多くの兵士を失った。
τροπῆς δὲ γενομένης καθʼ ἅπαν τὸ στρατόπεδον ὁ μὲν Αὔλιος καταισχυνθεὶς ἐπὶ τῇ φυγῇ μόνος ὑπέστη τῷ πλήθει τῶν πολεμίων, οὐ κρατήσειν ἐλπίζων, ἀλλʼ ἀήττητον τὴν πατρίδα τὸ καθʼ αὑτὸν μέρος ἀποδεικνύων.
全軍に敗走が生じたとき、アウリウスは逃亡を恥とし、勝てるとは思わずに、ただ自分自身の責任の範囲においては祖国が不敗であることを証明しようと、一人で敵の大群に立ち向かった。
§19.72.8οὗτος μὲν οὖν οὐ μετασχὼν τοῖς πολίταις τῆς κατὰ τὴν φυγὴν αἰσχύνης ἰδίᾳ περιεποιήσατο θάνατον ἔνδοξον·
こうして彼は、逃亡による恥辱を市民たちと共有することなく、個人として名誉ある死を手に入れた。
οἱ δὲ Ῥωμαῖοι φοβηθέντες μὴ τὰ κατὰ τὴν Απουλίαν πράγματα τελέως ἀποβάλωσιν, ἀποικίαν ἐξέπεμψαν εἰς Λουκερίαν πόλιν ἐπιφανεστάτην τῶν ἐν τοῖς τόποις.
一方ローマ人は、アプリアにおける情勢を完全に失うことを恐れて、その地域で最も著名な都市ルケリアに植民市を派遣した。
ἐκ ταύτης δὲ ὁρμώμενοι διεπολέμουν τοῖς Σαμνίταις, οὐ κακῶς τῆς ἀσφαλείας προνοησάμενοι·
そこを拠点として彼らはサムニウム人との戦争を続け、自らの安全を抜かりなく図った。
§19.72.9διὰ γὰρ ταύτην τὴν πόλιν οὐ μόνον ἐν τούτῳ τῷ πολέμῳ προετέρησαν, ἀλλὰ καὶ κατὰ τοὺς μετὰ ταῦτα γενομένους ἕως τῶν καθʼ ἡμᾶς χρόνων διετέλεσαν ὁρμητηρίῳ χρώμενοι κατὰ τῶν πλησίον ἐθνῶν.
というのも、この都市のおかげで、彼らはこの戦争において優位に立っただけでなく、その後に起こった戦争においても我々の時代に至るまで、周辺の諸民族に対する作戦基地としてこれを利用し続けたからである。

語釈・文法注

  1. 19.72.2εἰδὼς τοὺς Καρχηδονίους ἐπιτετιμηκότας … ἐξοίσοντας — 動詞 οἶδα(知る)の完了分詞 εἰδώς が導く間接記述。τοὺς Καρχηδονίους(対格主語)に対して、完了分詞 ἐπιτετιμηκότας(非難したこと)と未来分詞 ἐξοίσοντας(将来戦争を仕掛ける予定であること、あるいは意図)が並列で連結し、補足分詞として機能している。
  2. 19.72.5ὡς περὶ τῶν ὅλων κριθησόμενοι — 接頭語 ὡς と未来受動分詞 κριθησόμενοι の組み合わせにより、主節の主語(οἱ μὲν Σαμνῖται)の意図や主観的な覚悟(「〜するつもりで」)を表す。περὶ τῶν ὅλων は「全般的な事柄について」、ここでは「国家の命運を賭けた決定的な戦いに臨む」という慣用的な表現。
  3. 19.72.7τὸ καθʼ αὑτὸν μέρος — 観点の対格(副詞的対格)。「彼自身に関する限り」「彼自身が担う責任の範囲において」という意味を表し、ここでは敗走する軍の中で彼一人が不敗を貫くという文脈を規定している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.72.1-19.72.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.72.1-19.72.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。