Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.6.1-19.6.6

阿加托克利斯发动政变与屠杀六百人会

第 83 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯以平叛为借口,募集了对现状不满的内陆士兵和市民组成私兵,设计逮捕了六百人会议的领袖,并下令士兵进行屠杀与洗劫,使全城陷入一片混乱。

§19.6.1ὁ δʼ οὖν Ἀγαθοκλῆς ἐπιθυμητὴς ὢν δυναστείας πολλὰς ἀφορμὰς ἔσχεν εἰς τὸ συντελέσαι τὸ βουλευθέν.
无论如何,由于阿加托克利斯渴望获取权力,他得到了许多实现其计划的契机。
οὐ μόνον γὰρ στρατηγὸς ὢν κύριος τῆς δυνάμεως ἦν, ἀλλὰ καὶ προσαγγελθέντος ὅτι τινὲς τῶν ἀποστατῶν ἐν τῇ μεσογείῳ πρὸς Ἐρβίτῃ συνάγουσι δύναμιν, ἐξουσίαν ἔλαβεν ἀνυπόπτως καταγράφειν οὓς προαιροῖτο στρατιώτας.
因为他不仅作为将军掌控着军队,而且当有人报告说部分叛军正在内陆的埃尔比塔附近集结军队时,他获得了在不引起怀疑的情况下自行招募士兵的权力。
§19.6.2διὸ καὶ προσποιηθεὶς στρατεύειν ἐπὶ τὴν Ἐρβίταν κατέλεξεν εἰς τάξεις τούς τʼ ἐκ Μοργαντίνης καὶ τῶν ἄλλων τῶν ἐν τῇ μεσογείῳ πόλεων τοὺς αὐτῷ πρότερον συμπορευθέντας πρὸς Καρχηδονίους.
因此,他假装要向埃尔比塔进军,将在摩尔甘提奈及内陆其他城市中、此前曾与他一同对抗迦太基人的那些人登记编入队伍。
§19.6.3οὗτοι γὰρ πάντες πρὸς Ἀγαθοκλέα μὲν εὐνούστατα διέκειντο, πολλὰ προευεργετημένοι κατὰ τὰς στρατείας, πρὸς δὲ τοὺς ἐν Συρακούσσαις ὀλιγαρχίας κεκοινωνηκότας ἑξακοσίους ἀεὶ πολεμικῶς εἶχον καὶ καθόλου τὸν δῆμον ἐμίσουν, ἀναγκαζόμενοι ποιεῖν τὸ προσταττόμενον.
因为这些人由于在多次战役中深受其恩惠,对阿加托克利斯极为拥护,而对在叙拉古分享寡头政治的六百人则一直怀有敌意,并且由于被迫服从命令,他们对叙拉古的整个公民团体深恶痛绝。
τούτων δʼ ὄντων μὲν τὸν ἀριθμὸν εἰς τρισχιλίους, ταῖς δʼ ὁρμαῖς καὶ ταῖς προαιρέσεσιν εὐθετωτάτων πρὸς τὴν κατάλυσιν τῆς δημοκρατίας προσεπελέξατο καὶ τῶν πολιτῶν τοὺς διὰ πενίαν καὶ φθόνον ἐναντιουμένους ταῖς τῶν ἰσχυόντων ἐπιφανείαις.
这些人的人数大约有三千,在热情和意图上最适合用来推翻民主政体,但阿加托克利斯还另外选拔了那些因贫困和嫉妒而反对有权势者显赫地位的市民加入进来。
§19.6.4ὡς δʼ αὐτῷ πάντʼ ἦν εὐτρεπῆ, τοῖς μὲν στρατιώταις παρήγγειλεν ἀπαντᾶν ἅμʼ ἡμέρᾳ εἰς τὸ Τιμολεόντιον, αὐτὸς δὲ μεταπεμπόμενος τοὺς περὶ Πείσαρχον καὶ Διοκλέα, τοὺς δοκοῦντας προεστάναι τῆς τῶν ἑξακοσίων ἑταιρίας, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, ἐπειδὴ παρεγένοντο παραλαβόντες τῶν φίλων εἰς τεσσαράκοντα, προσποιηθεὶς ἑαυτὸν ἐπιβουλεύεσθαι συνελάμβανεν ἅπαντας καὶ κατηγόρησε μὲν αὐτῶν ἐν τοῖς στρατιώταις, φήσας ὑπὸ τῶν ἑξακοσίων ἁρπάζεσθαι διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, καὶ κατωδύρετο τὴν περὶ αὐτὸν τύχην.
当他的一切准备就绪时,他命令士兵们在拂晓时分到蒂莫莱翁纪念馆集结,而他自己则派人去召见被认为领导着六百人集团的佩萨尔科斯和迪奥克莱斯等人,假装要与他们商讨某些共同利益。 当他们带着大约四十名朋友到来时,阿加托克利斯假装自己遭到了阴谋暗算,将他们全部逮捕。 随后,他在士兵面前控诉他们,声称自己因为对人民的友好而即将被六百人劫持,并痛哭自己的命运。
§19.6.5παροξυνομένου δὲ τοῦ πλήθους καὶ βοῶντος μηκέτι μέλλειν, ἀλλʼ ἐκ χειρὸς ἐπιθεῖναι τοῖς ἀδικήσασι τὴν δίκην, τοῖς μὲν σαλπιγκταῖς παρήγγειλε σημαίνειν τὸ πολεμικόν, τοῖς δὲ στρατιώταις ἀναιρεῖν τοὺς αἰτίους καὶ διαρπάζειν τὰς κτήσεις τῶν ἑξακοσίων καὶ τῶν τούτοις κοινοπραγούντων.
随着群众被煽动起来,高喊着不要再拖延,而要当场对作恶者施以惩罚,他命令号兵吹响战斗号角,并命令士兵杀死罪魁祸首,掠夺六百人及其合作者的财产。
§19.6.6ὁρμησάντων δὲ πάντων ἐπὶ τὴν ἁρπαγὴν ἡ πόλις ἐπληρώθη ταραχῆς καὶ μεγάλων ἀτυχημάτων· οἱ μὲν γὰρ χαριέστατοι τῶν πολιτῶν, ἀγνοοῦντες τὸν καθʼ αὑτῶν κεκυρωμένον ὄλεθρον, ἐξεπήδων ἐκ τῶν οἰκιῶν εἰς τὰς ὁδούς, μαθεῖν σπεύδοντες τὸν θόρυβον, οἱ δὲ στρατιῶται τὰ μὲν διὰ τὴν πλεονεξίαν, τὰ δὲ διὰ τὸν θυμὸν ἠγριωμένοι τὰς ψυχὰς ἀνῄρουν τοὺς διὰ τὴν ἄγνοιαν γυμνὰ τὰ σώματα τῶν ἀμυνομένων ὅπλων παρεχομένους.
当所有人冲去抢劫时,城市里充满了混乱和巨大的灾难;因为市民中最正派的人并不知道针对他们的毁灭性决定已经下达,纷纷从家里冲到街上,急于打听骚乱的原因,而士兵们有的因为贪婪、有的因为愤怒而变得丧心病狂,杀害了那些因不明真相而暴露出毫无防卫武器之身体的人们。

词汇与语法注释

  1. 19.6.1προσαγγελθέντος — 无人称使用的被动语态分词的属格独立结构(genitive absolute),其后的 ὅτι 从句(“部分叛军正在集结军队”)在实质上充当主语(名词性从句)。
  2. 19.6.3τούτων δʼ ὄντων μὲν... εὐθετωτάτων... προσεπελέξατο — 整个句子的主语是阿加托克利斯(省略),主句动词是 `προσεπελέξατο`。前半部分 `τούτων δʼ ὄντων μὲν... εὐθετωτάτων` 是属格独立结构(“由于这些人是……且最适合的”),其中 `εὐθετωτάτων` 是与 `τούτων` 一致的属格表语形容词。主句的宾语则是 `川 τῶν πολιτῶν τοὺς... ἐναντιουμένους`(“那些反对……的市民”)。
  3. 19.6.6γυμνὰ τὰ σώματα τῶν ἀμυνομένων ὅπλων — 形容词 `γυμνός` 支配表示剥夺/分离的属格。此处 `τῶν ἀμυνομένων ὅπλων`(用于防卫的武器)作为属格修饰 `γυμνά`,表示“不带防卫武器、毫无防备的”。`γυμνὰ τὰ σώματα` 作为分词 `παρεχομένους` 的宾语,起到了某种叙述性形容词的作用(“使身体处于毫无防备的状态而暴露出来”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.6.1-19.6.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.6.1-19.6.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。