Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.5.1-19.5.6

阿加托克利斯躲过暗杀与返回叙拉古

第 82 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯通过使用替身巧妙地避开了将军阿凯斯托里德斯的暗杀阴谋。他随后被召回祖国,在德墨忒尔神庙宣誓效忠民主政体,并被任命为将军以调解城内各派系的冲突。

§19.5.1μετὰ δὲ ταῦτα ἐν ταῖς Συρακούσσαις αἱρεθέντος Ἀκεστορίδου τοῦ Κορινθίου στρατηγοῦ δόξας ἐπιθέσθαι τυραννίδι διὰ τὴν σύνεσιν ἐξέφυγε τὸν κίνδυνον.
此后,当科林斯人阿凯斯托里德斯在叙拉古被选为将军时,阿加托克利斯因其聪明智慧被认为企图谋取篡夺僭主之位,但他设法逃脱了危险。
ὁ μὲν γὰρ Ἀκεστορίδης εὐλαβηθεὶς τὴν στάσιν καὶ διὰ τοῦτο οὐ βουλόμενος αὐτὸν φανερῶς ἀνελεῖν ἐκέλευεν ἐκ τῆς πόλεως μεταστῆναι καὶ τοὺς νυκτὸς κατὰ τὴν ὁδὸν ἀποκτενοῦντας ἐξαπέστειλεν.
因为阿凯斯托里德斯害怕引发内乱,故而不想公开将他除掉,便命令他离开城市,同时派人在夜间沿途将其刺杀。
§19.5.2Ἀγαθοκλῆς δὲ καταστοχασάμενος πιθανῶς τὴν ἐπίνοιαν τοῦ στρατηγοῦ τῶν παίδων ἐξελέξατο τὸν ἑαυτῷ μάλιστα ἐοικότα καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὴν ὄψιν· τούτῳ δὲ δοὺς τὴν ἑαυτοῦ πανοπλίαν καὶ τὸν ἵππον, ἔτι δὲ τὴν ἐσθῆτα παρεκρούσατο τοὺς ἐπὶ τὴν ἀναίρεσιν ἀποσταλέντας.
然而,阿加托克利斯准确地看穿了将军的意图,从自己的仆人中选出了一个在体格和容貌上与自己最相似的人;他将自己的全套盔甲、战马以及衣服送给这个人,从而欺骗了那些被派来行刺的人。
§19.5.3αὐτὸς δὲ ῥάκη περιβαλόμενος ἀνοδίᾳ τὴν ὁδοιπορίαν ἐποιήσατο.
他自己则身穿破烂的衣服,在无路可行的地方旅行。
ἐκεῖνοι δὲ ἀπὸ τῶν ὅπλων καὶ τῶν ἄλλων συσσήμων ὑπολαβόντες εἶναι τὸν Ἀγαθοκλέα καὶ τἀκριβὲς διὰ τὸ σκότος οὐ συνιδόντες τὸν μὲν φόνον ἐπετέλεσαν, τῆς δὲ προκεχειρισμένης πράξεως διήμαρτον.
而那些刺客根据盔甲和其他标志,以为那人就是阿加托克利斯,加之在黑暗中未能看清真相,虽然完成了刺杀,却没能达成预定的任务。
§19.5.4μετὰ δὲ ταῦτα τῶν Συρακοσίων καταδεξαμένων τοὺς μετὰ Σωστράτου φυγάδας καὶ πρὸς Καρχηδονίους εἰρήνην συνθεμένων Ἀγαθοκλῆς φυγὰς ὢν ἰδίαν δύναμιν ἐν τῇ μεσογείῳ συνεστήσατο.
此后,当叙拉古人接纳了与索斯特拉托斯一同流亡的人,并与迦太基人缔结和约后,身为流亡者的阿加托克利斯在内陆地区组织了自己的私兵。
γενόμενος δὲ φοβερὸς οὐ μόνον τοῖς πολίταις, ἀλλὰ καὶ τοῖς Καρχηδονίοις ἐπείσθη κατελθεῖν εἰς τὴν πατρίδα καὶ παραχθεὶς εἰς τὸ τῆς Δήμητρος ἱερὸν ὑπὸ τῶν πολιτῶν ὤμοσε μηδὲν ἐναντιωθήσεσθαι τῇ δημοκρατίᾳ.
由于他不仅令市民感到畏惧,也令迦太基人感到恐惧,他被劝说回到祖国,并在被市民带到德墨忒尔神庙后宣誓绝不反对民主制度。
§19.5.5προσποιηθεὶς δὲ τῆς δημοκρατίας προΐστασθαι καὶ δημαγωγήσας ποικίλως τὰ πλήθη στρατηγὸς κατεστάθη καὶ φύλαξ τῆς εἰρήνης, μέχρι ἂν γνησίως ὁμονοήσωσιν οἱ συνεληλυθότες εἰς τὴν πόλιν.
接着,他假装拥护民主政体,并以各种手段蛊惑群众,被任命为将军和和平的守护者,直至那些聚集到城里的人达成真正的和解。
§19.5.6εἰς πολλὰ γὰρ μέρη συνέβαινε διαιρεῖσθαι τὰς ἑταιρίας τῶν συνιόντων καὶ πρὸς ἀλλήλους ἑκάστοις εἶναι μεγάλας διαφοράς, μέγιστον δʼ ἦν ἀντίταγμα τοῖς περὶ τὸν Ἀγαθοκλέα τὸ τῶν ἑξακοσίων συνέδριον, κατὰ τὴν ὀλιγαρχίαν ὑφηγημένον τῆς πόλεως· οἱ προέχοντες γὰρ τῶν Συρακοσίων ταῖς δόξαις καὶ ταῖς οὐσίαις ἐν τούτοις ὑπῆρχον καταλελεγμένοι.
因为聚集者的党派分裂成了许多派别,彼此之间存在着巨大的分歧,而阿加托克利斯一派的最大对手,是在寡头政治时期领导该城市的六百人会议;因为叙拉古人在名望和财产上最杰出的人,都登记在其中。

词汇与语法注释

  1. §19.5.1δόξας — 主格、阳性、单数、不定过去时主动分词,修饰主句动词 `ἐξέφυγε` 的省略主语(阿加托克利斯)。在此起让步(“虽然被认为”)或原因(“因为被认为”而面临危险)的作用。
  2. §19.5.1τοὺς ... ἀποκτενοῦντας — 动词 `ἀποκτείνω` 的将来时主动分词 `ἀποκτενοῦντας` 带有冠词,指“那些将在夜间沿途杀死他的人”。此处将来时分词在起名词性作用的同时,实质上传达了派遣的“目的或意图”。
  3. §19.5.3διήμαρτον — 动词 `διαμαρτάνω`(未中、失败)的不定过去时形式,支配属格 `τῆς ... πράξεως`(预定的行动),意为“未能达成预定的目的”。
  4. §19.5.5μέχρι ἂν ... ὁμονοήσωσιν — 连词 `μέχρι` 连同助词 `ἄν` 及虚拟语气不定过去时 `ὁμονοήσωσιν`(源自 `ὁμονοέω`),构成时间从句,表示未来预期的界限(“直到他们达成和解”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.5.1-19.5.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.5.1-19.5.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。