Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.57.1-19.57.5

安提柯拒绝盟军要求并整军备战

第 134 段,共 301 段 · 希腊语

内容简介

安提柯拒绝了托勒密、利西马科斯和卡桑德关于割让总督区等要求,双方随即着手准备战争。安提柯向各地派遣使节与军队,并在其领地内建立了快速的信息传递系统。

§19.57.1προάγοντος δʼ εἰς τὴν ἄνω Συρίαν Ἀντιγόνου παρεγένοντο πρέσβεις παρά τε Πτολεμαίου καὶ Λυσιμάχου καὶ Κασάνδρου.
当安提柯向着上叙利亚进军时,来自托勒密、利西马科斯和卡桑德的使节抵达了。
οὗτοι δʼ εἰσαχθέντες εἰς τὸ συνέδριον ἠξίουν Καππαδοκίαν μὲν καὶ Λυκίαν Κασάνδρῳ δοθῆναι, Φρυγίαν δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Λυσιμάχῳ, Συρίαν δὲ πᾶσαν Πτολεμαίῳ, Βαβυλωνίαν δὲ Σελεύκῳ, τῶν δὲ θησαυρῶν, οὓς παρέλαβεν μετὰ τὴν πρὸς Εὐμενῆ μάχην, ποιήσασθαι μερισμόν· καὶ γὰρ αὐτοὺς κεκοινωνηκέναι τοῦ πολέμου.
他们被引入议会,要求将卡帕多西亚和吕基亚赐予卡桑德,将赫勒斯滂附近的弗里吉亚赐予利西马科斯,将整个叙利亚赐予托勒密,将巴比伦尼亚赐予塞琉古,并且要求分配他在与欧墨涅斯交战后所接管的财宝;因为他们自己也参与了那场战争。
εἰ δὲ μηδὲν τούτων ποιήσει, συστάντες ἅπαντες ἔφασαν πολεμήσειν αὐτῷ.
他们声称,如果安提柯不履行其中任何一项,他们全体将联合起来对他宣战。
§19.57.2τοῦ δʼ Ἀντιγόνου τραχύτερον ἀποκριναμένου καὶ τὰ πρὸς πόλεμον εἰπόντος παρασκευάζεσθαι συνέβη τοὺς πρέσβεις ἀπράκτους ἐπανελθεῖν.
由于安提柯作出了相当严厉的回答,并让他们为战争做好准备,结果使节们未能达成任何结果便返回了。
μετὰ δὲ ταῦθʼ οἱ μὲν περὶ Πτολεμαῖον καὶ Λυσίμαχον, ἔτι δὲ Κάσανδρον συμμαχίαν πρὸς ἀλλήλους ποιησάμενοι δυνάμεις τε συνῆγον καὶ παρασκευὰς ὅπλων τε καὶ βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων ἐποίουν·
此后,托勒密、利西马科斯以及卡桑德一派相互结盟,开始集结军队,并准备武器、投射武器和其他有用之物。
§19.57.3Ἀντίγονος δὲ ὁρῶν ἐφʼ ἑαυτὸν συνεστηκότας πολλοὺς καὶ μεγάλους τοῖς ἀξιώμασιν ἄνδρας καὶ συλλογιζόμενος τὸ μέγεθος τοῦ φυομένου πολέμου τά τʼ ἔθνη καὶ πόλεις καὶ δυνάστας προσεκαλεῖτο εἰς συμμαχίαν.
安提柯看到许多地位显赫的人正联合起来反对自己,并考虑到这场正在萌生的战争规模之大,便开始邀请各民族、各城市以及君主们加入同盟。
§19.57.4Ἀγησίλαον μὲν οὖν πρὸς τοὺς ἐν Κύπρῳ βασιλεῖς, εἰς δὲ Ῥόδον Ἰδομενέα καὶ Μοσχίωνα, Πτολεμαῖον δὲ τὸν ἀδελφιδοῦν μετὰ δυνάμεως εἰς Καππαδοκίαν ἀπέστειλεν, ἵνα λύσῃ μὲν Ἀμισσοῦ τὴν πολιορκίαν καὶ τοὺς ὑπὸ Κασάνδρου πεμφθέντας εἰς Καππαδοκίαν ἐκβάλῃ πάντας, πρὸς δὲ τούτοις ὅπως παραγενόμενος εἰς Ἑλλήσποντον ἐφεδρεύῃ τοῖς περὶ Κάσανδρον, ἂν ἐπιχειρῇ διαβαίνειν ἐκ τῆς Εὐρώπης.
于是,他派遣阿格西劳斯前往塞浦路斯诸王处,派遣伊多梅纽斯和莫斯基翁前往罗得岛,并派遣他的侄子托勒密率军前往卡帕多西亚,以便解阿米索斯之围,并驱逐所有被卡桑德派往卡帕多西亚的人,此外,还为了在抵达赫勒斯滂时,如果卡桑德企图从欧洲渡海,便对其严加防备。
§19.57.5Ἀριστόδημον δὲ τὸν Μιλήσιον εἰς Πελοπόννησον ἐξέπεμψεν ἔχοντα χίλια τάλαντα· τούτῳ δὲ συνετέτακτο συνθέσθαι φιλίαν πρὸς Ἀλέξανδρον καὶ Πολυπέρχοντα καὶ ξενολογήσαντα τοὺς ἱκανοὺς διαπολεμεῖν Κασάνδρῳ.
他又派遣米利都的阿里斯托德莫斯携带一千塔兰同前往伯罗奔尼撒;此人受命与亚历山大及波利伯孔结盟,并在招募了足够的雇佣兵后,与卡桑德决战。
αὐτὸς δὲ πᾶσαν τὴν Ἀσίαν, ἧς ἦν κύριος, διέλαβε πυρσοῖς καὶ βυβλιαφόροις, δι’ ὧν ὀξέως ἤμελλεν ὑπηρετεῖσθαι πάντα.
而他自己则用烽火和书信信使将自己统治的整个亚洲联络起来,通过这些方式,一切命令都得以迅速传达和执行。

词汇与语法注释

  1. §19.57.1ποιήσασθαι μερισμόν — 由主句动词 ἠξίουν(要求)所引导的不定式短语。中动语态的 ποιήσασθαι 在此具有主动意义,以安提柯为暗示的主语,意为“(要求他)进行分配”。
  2. §19.57.2εἰπόντος παρασκευάζεσθαι — 属格绝对结构中的分词 εἰπόντος 后接不定式 παρασκευάζεσθαι,使得这一表示“说”的动词带有命令或敦促的含义(“命令/让他们准备”)。
  3. §19.57.5συνετέτακτο — 动词 συντάττω(命令)的过去完成时被动语态第三人称单数。与与格 τούτῳ(对他)连用,充当无人称结构,其后的不定式短语(συνθέσθαι ... καὶ ... διαπολεμεῖν)为其实际上的主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.57.1-19.57.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.57.1-19.57.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。