Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.57.1-19.57.5

同盟諸将の要求拒絶とアンティゴノスの戦備

134 / 301 箇所 · ギリシア語

要旨

アンティゴノスは、プトレマイオス、リシマコス、カサンドロスからの領土割譲要求などを拒絶し、戦争の準備を進める。彼は各地へ使節や軍勢を派遣するとともに、情報の迅速な伝達体制を構築した。

§19.57.1προάγοντος δʼ εἰς τὴν ἄνω Συρίαν Ἀντιγόνου παρεγένοντο πρέσβεις παρά τε Πτολεμαίου καὶ Λυσιμάχου καὶ Κασάνδρου.
アンティゴノスが上シリアへと進軍していたとき、プトレマイオス、リシマコス、カサンドロスの各々から使節がやってきた。
οὗτοι δʼ εἰσαχθέντες εἰς τὸ συνέδριον ἠξίουν Καππαδοκίαν μὲν καὶ Λυκίαν Κασάνδρῳ δοθῆναι, Φρυγίαν δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Λυσιμάχῳ, Συρίαν δὲ πᾶσαν Πτολεμαίῳ, Βαβυλωνίαν δὲ Σελεύκῳ, τῶν δὲ θησαυρῶν, οὓς παρέλαβεν μετὰ τὴν πρὸς Εὐμενῆ μάχην, ποιήσασθαι μερισμόν·
彼らは評議会へと導き入れられると、カッパドキアとリュキアはカサンドロスに、ヘレスポントスに臨むフリュギアはリシマコスに、全シリアはプトレマイオスに、バビロニアはセレウコスに与えられるべきであり、エウメネスとの戦いの後に彼が手に入れた財宝の分配を行うべきであると要求した。
καὶ γὰρ αὐτοὺς κεκοινωνηκέναι τοῦ πολέμου.
なぜなら、彼ら自身もその戦争に参加したからである。
εἰ δὲ μηδὲν τούτων ποιήσει, συστάντες ἅπαντες ἔφασαν πολεμήσειν αὐτῷ.
もし彼がこれらのことを一つも行わないならば、全員が同盟を結んで彼に対して戦争を仕掛けるであろうと彼らは主張した。
§19.57.2τοῦ δʼ Ἀντιγόνου τραχύτερον ἀποκριναμένου καὶ τὰ πρὸς πόλεμον εἰπόντος παρασκευάζεσθαι συνέβη τοὺς πρέσβεις ἀπράκτους ἐπανελθεῖν.
アンティゴノスが非常に荒々しく答え、戦争に向けて準備をするように彼らに言うと、使節たちは何も得られないまま帰還することになった。
μετὰ δὲ ταῦθʼ οἱ μὲν περὶ Πτολεμαῖον καὶ Λυσίμαχον, ἔτι δὲ Κάσανδρον συμμαχίαν πρὸς ἀλλήλους ποιησάμενοι δυνάμεις τε συνῆγον καὶ παρασκευὰς ὅπλων τε καὶ βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων ἐποίουν·
この後に、プトレマイオスやリシマコス、さらにカサンドロスの一派は、互いに同盟を結んで軍勢を招集し、武器や飛び道具、およびその他の有用なものの準備を行った。
§19.57.3Ἀντίγονος δὲ ὁρῶν ἐφʼ ἑαυτὸν συνεστηκότας πολλοὺς καὶ μεγάλους τοῖς ἀξιώμασιν ἄνδρας καὶ συλλογιζόμενος τὸ μέγεθος τοῦ φυομένου πολέμου τά τʼ ἔθνη καὶ πόλεις καὶ δυνάστας προσεκαλεῖτο εἰς συμμαχίαν.
一方アンティゴノスは、地位において数多くかつ偉大な人々が自分に対して団結しているのを目にし、また生じつつある戦争の規模を熟考して、諸民族、諸都市、および君主たちを同盟へと招いた。
§19.57.4Ἀγησίλαον μὲν οὖν πρὸς τοὺς ἐν Κύπρῳ βασιλεῖς, εἰς δὲ Ῥόδον Ἰδομενέα καὶ Μοσχίωνα, Πτολεμαῖον δὲ τὸν ἀδελφιδοῦν μετὰ δυνάμεως εἰς Καππαδοκίαν ἀπέστειλεν, ἵνα λύσῃ μὲν Ἀμισσοῦ τὴν πολιορκίαν καὶ τοὺς ὑπὸ Κασάνδρου πεμφθέντας εἰς Καππαδοκίαν ἐκβάλῃ πάντας, πρὸς δὲ τούτοις ὅπως παραγενόμενος εἰς Ἑλλήσποντον ἐφεδρεύῃ τοῖς περὶ Κάσανδρον, ἂν ἐπιχειρῇ διαβαίνειν ἐκ τῆς Εὐρώπης.
そこで彼は、アゲシラオスをキプロスの王たちのもとへ、イドメネウスとモスキオンをロードスへと派遣し、さらに甥のプトレマイオスを軍勢と共にカッパドキアへと派遣した。 それは、アミソスの包囲を解き、カサンドロスによってカッパドキアに派遣された者たちをすべて追放するためであり、さらには、彼がヘレスポントスに到着した際に、もしカサンドロスがヨーロッパから渡ろうと試みるならば、これに備えて待機するためであった。
§19.57.5Ἀριστόδημον δὲ τὸν Μιλήσιον εἰς Πελοπόννησον ἐξέπεμψεν ἔχοντα χίλια τάλαντα·
また、ミレトスのアリストデモスを一千タラントンを持たせてペロポネソスへと派遣した。
τούτῳ δὲ συνετέτακτο συνθέσθαι φιλίαν πρὸς Ἀλέξανδρον καὶ Πολυπέρχοντα καὶ ξενολογήσαντα τοὺς ἱκανοὺς διαπολεμεῖν Κασάνδρῳ.
彼には、アレクサンドロスおよびポリュペルコンと同盟を結び、十分な数の傭兵を募ってカサンドロスと戦い抜くことが命じられていた。
αὐτὸς δὲ πᾶσαν τὴν Ἀσίαν, ἧς ἦν κύριος, διέλαβε πυρσοῖς καὶ βυβλιαφόροις, δι’ ὧν ὀξέως ἤμελλεν ὑπηρετεῖσθαι πάντα.
彼自身は、自分が支配していた全アジアに篝火と書状伝令を配備し、これらによってすべての指示が迅速に伝達されるようにした。

語釈・文法注

  1. §19.57.1ποιήσασθαι μερισμόν — 主節の動詞 ἠξίουν(要求した)に導かれる不定詞句。中動態の ποιήσασθαι は、ここではアンティゴノスを主語として「(彼が自ら)分配を行うこと」を要求したという能動的な文脈を形成している。
  2. §19.57.2εἰπόντος παρασκευάζεσθαι — 属格絶対の一部をなす εἰπόντος に不定詞 παρασκευάζεσθαι が続くことで、「言う」という動詞が命令や促しの意味(「〜するように命じる、言う」)を持っている。
  3. §19.57.5συνετέτακτο — 動詞 συντάττω(命令する)の過去完了受動態三人称単数形。与格の τούτῳ(彼に)を伴い、非人称構文として機能している。続く不定詞句(συνθέσθαι ... καὶ ... διαπολεμεῖν)がその実質的な主語となる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.57.1-19.57.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.57.1-19.57.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。