Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.56.1-19.56.5

反安提柯同盟的形成与安提柯的备战

第 133 段,共 301 段 · 希腊语

内容简介

逃亡至埃及的塞琉古在托勒密处指控安提柯的野心,并促成与卡桑德及利西马科斯的对抗同盟。得知此事的安提柯则开始巩固辖区、集结军队,并凭借巨额资金积极备战。

§19.56.1ὁ δʼ οὖν Σέλευκος διασωθεὶς εἰς τὴν Αἴγυπτον φιλανθρωπίας τε πάσης ἐτύγχανε παρὰ Πτολεμαίῳ καὶ κατηγορίαν ἐποιεῖτο πικρὰν Ἀντιγόνου, λέγων ὅτι διέγνωκεν πάντας τοὺς ἐν ἀξιώμασιν ὄντας καὶ μάλιστα τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας ἐκβαλεῖν ἐκ τῶν σατραπειῶν καὶ τούτων ἀποδείξεις ἔφερε τήν τε Πίθωνος ἀναίρεσιν καὶ τὴν Πευκέστου τῆς Περσίδος ἀφαίρεσιν καὶ τὰ περὶ αὐτὸν συμβάντα·
且说塞琉古安全逃抵埃及后,受到托勒密极其热诚的款待,并对安提柯提出了严厉的指控,声称安提柯已决心将所有享有声望的人,尤其是曾与亚历山大一同出征的人,驱逐出他们的总督区。 为此,他列举了培松之死、佩乌凯斯塔斯被剥夺波斯总督职,以及他自己的遭遇作为证据。
§19.56.2πάντας γὰρ οὐδὲν ἠδικηκότας, ἀλλὰ καὶ χρείας πολλὰς καὶ μεγάλας ἐν τῇ φιλίᾳ παρεσχημένους ἀρετῆς ὑπομεμενηκέναι πρόστιμον.
因为所有这些人均未犯下任何过错,相反还在友谊中做出了许多重大贡献,却因其美德而遭受惩罚。
διεξῄει δὲ καὶ τὰ μεγέθη τῶν περὶ αὐτὸν δυνάμεων καὶ τὸ πλῆθος τῶν χρημάτων, ἔτι δὲ τὰς προσφάτους εὐτυχίας, ἐξ ὧν ὑπεδείκνυεν ὑπερήφανον γεγενημένον καὶ ταῖς ἐλπίσι περιειληφότα πᾶσαν τὴν Μακεδόνων βασιλείαν.
他还详述了安提柯麾下军队的规模和资金的庞大,以及他最近的重重好运,并借此指出安提柯已变得骄横跋扈,其野心已企图吞并马其顿人的整个王国。
§19.56.3διὰ δὲ τοιούτων λόγων προτρεψάμενος τὸν Πτολεμαῖον ἑτοιμάζεσθαι τὰ πρὸς τὸν πόλεμον ἐξέπεμψέ τινας τῶν φίλων εἰς τὴν Εὐρώπην, προστάξας πειρᾶσθαι τοῖς ὁμοίοις λόγοις ἐχθροὺς Ἀντιγόνου καταστῆσαι Κάσανδρόν τε καὶ Λυσίμαχον.
塞琉古通过这些话语促使托勒密为战争做好准备,随后派遣了几位朋友前往欧洲,命令他们尝试用类似的话语使卡桑德和利西马科斯成为安提柯的敌人。
§19.56.4ὧν ταχὺ τὸ κελευσθὲν συντελεσάντων ἀρχὴ διαφορᾶς ἐφύετο καὶ μεγάλων πολέμων.
这些人迅速完成了受命的任务,不和与大战的端倪随之萌生。
ὁ δʼ Ἀντίγονος ἐκ τῶν εἰκότων συλλογισάμενος τὴν Σελεύκου προαίρεσιν ἐξέπεμψε πρεσβευτὰς πρός τε Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Κάσανδρον, ἀξιῶν διαφυλάσσειν τὴν προϋπάρχουσαν φιλίαν· τῆς δὲ Βαβυλωνίας καταστήσας σατράπην Πίθωνα τὸν ἐκ τῆς Ἰνδικῆς καταβεβηκότα μετὰ τῆς δυνάμεως ἀνέζευξεν, §19.56.5ἐπὶ τῆς Κιλικίας τὴν πορείαν ποιούμενος.
而安提柯根据常理推测出塞琉古的意图,便派使节前往托勒密、利西马科斯和卡桑德处,要求维持原有的友好关系;在任命从印度返回的培松为巴比伦尼亚的总督后,他便率领军队出发,向基利家进军。
ὡς δʼ εἰς Μάλον παρεγένετο, διεμέρισε τὴν δύναμιν εἰς παραχειμασίαν μετὰ δύσιν Ὠρίωνος.
当他抵达马洛斯时,在猎户座西沉之后,将军队分散以进行冬营。
παρέλαβε δὲ καὶ τὰ ἐν Κυΐνδοις χρήματα, τάλαντα μύρια.
他还接管了在屈因达的资金,共计一万塔兰同。
χωρὶς δὲ τούτων ἐκπίπτειν ἐκ τῶν προσόδων αὐτῷ τῶν κατʼ ἐνιαυτὸν τάλαντα μύρια χίλια.
除此以外,他每年从税收中还能获得一万一千塔兰同。
διόπερ συνέβαινεν αὐτὸν φοβερὸν εἶναι καὶ διὰ τὸ μέγεθος τῶν δυνάμεων καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων.
因此,无论是因为军队的规模,还是因为资金的庞大,他都必然是一个令人畏惧的存在。

词汇与语法注释

  1. 19.56.1τούτων ἀποδείξεις — 属格指示代词 `τούτων` 作为名词 `ἀποδείξεις`(证据)的宾格性属格,指代前句中安提柯企图驱逐享有声望的总督这一内容。
  2. 19.56.2ὑπομεμενηκέναι — 完成时不定式 `ὑπομεμενηκέναι` 属于延续自前句中说话或指控动词的间接引语结构,并以宾格的 `πάντας`(所有人)作为其逻辑主语。
  3. 19.56.4ἀξιῶν — 现在分词 `ἀξιῶν`(要求/请求)作为修饰主句动词 `ἐξέπεμψε`(派遣)的伴随状况分词,表目的或伴随情况,其后接不定式 `διαφυλάσσειν` 作为其宾语。
  4. 19.56.5ἐκπίπτειν — 不定式 `ἐκπίπτειν`(产生/入账)在此处作为历史不定式使用,以代替直陈语气过去时,或者作为叙述客观事实的间接引语的一部分。与格 `αὐτῷ` 是利益与格,主语是 `τάλαντα μύρια χίλια`。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.56.1-19.56.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.56.1-19.56.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。