Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.58.1-19.58.6

包围推罗与安提柯的大规模造船

第 135 段,共 301 段 · 希腊语

内容简介

安提柯进军腓尼基并包围推罗,为了增强海军实力,他下令利用黎巴嫩的木材进行大规模造船。尽管来自埃及的塞琉古舰队的挑衅性航行令其同盟者感到沮丧,但安提柯通过承诺将在今夏率领庞大舰队出海来鼓励他们。

§19.58.1ἀπὸ δὲ τούτων γενόμενος ἀνέζευξεν ἐπὶ Φοινίκην, σπεύδων ναυτικὴν δύναμιν συστήσασθαι· συνέβαινε γὰρ τοὺς μὲν πολεμίους τότε θαλασσοκρατεῖν ναῦς πολλὰς ἔχοντας, αὐτῷ δὲ τὸ παράπαν οὐδʼ ὀλίγας εἶναι.
处理完这些事务后,他向腓尼基进军,急于组建一支海军部队;因为当时敌人拥有许多船只,统治着海洋,而他自己则几乎一无所有。
στρατοπεδεύσας δὲ ἐν Τύρῳ τῆς Φοινίκης καὶ πολιορκῆσαι διανοούμενος τὴν Τύρον μετεπέμπετο τοὺς βασιλεῖς τῶν Φοινίκων καὶ τοὺς ὑπάρχους τῆς Συρίας.
他在腓尼基的推罗驻扎下来,并打算包围推罗,于是召集了腓尼基的国王们和叙利亚的地方长官们。
§19.58.2καὶ τοὺς μὲν βασιλεῖς προετρέψατο συνεπιλαβέσθαι ναυπηγίας, ἐπειδὴ τὰς ναῦς τὰς ἐκ Φοινίκης ἁπάσας μετὰ τῶν πληρωμάτων Πτολεμαῖος εἶχεν ἐν Αἰγύπτῳ· τοῖς δʼ ὑπάρχοις ἐκέλευσεν ἑτοιμάσαι κατὰ τάχος πυρῶν μὲν μεδίμνων μυριάδας τετρακοσίας πεντήκοντα· τοσοῦτο γὰρ εἰς τὸν ἐνιαυτὸν ἐγίνετο δαπάνημα.
他敦促国王们协助造船,因为托勒密将所有来自腓尼基的船只及其船员都留在了埃及;他又命令地方长官们迅速准备四百五十万麦地姆诺的麦子,因为这是全年的开销。
αὐτὸς δὲ πανταχόθεν ἀθροίσας ὑλοτόμους καὶ πρίστας, ἔτι δὲ ναυπηγοὺς κατεκόμιζε τὴν ὕλην ἐπὶ θάλασσαν ἐκ τοῦ Λιβάνου, τεμνόντων μὲν αὐτὴν καὶ πριζόντων ἀνδρῶν ὀκτακισχιλίων, κατακομιζόντων δὲ ζευγῶν χιλίων.
他自己则从各处召集了伐木工、锯木工以及造船工,开始将木材从黎巴嫩运往海边,当时有八千人在进行砍伐和锯木,有一千对牲口在进行运输。
§19.58.3τὸ δʼ ὄρος τοῦτο παρήκει μὲν παρά τε τὴν Τρίπολιν καὶ Βυβλίαν, ἔτι δὲ Σιδωνίαν, πλῆρες δʼ ἐστὶ ξύλων κεδρίνων καὶ κυπαρισσίνων θαυμαστῶν τό τε κάλλος καὶ μέγεθος.
这座山脉延伸至的黎波里、比布鲁斯,乃至西顿,山上长满了在美观和尺寸上都令人惊叹的雪松和柏树。
§19.58.4ναυπηγεῖα δʼ ἀπέδειξε τρία μὲν κατὰ τὴν Φοινίκην, ἔν τε Τριπόλει καὶ Βύβλῳ καὶ Σιδῶνι, τέταρτον δὲ περὶ Κιλικίαν, κομιζομένης τῆς ὕλης ἐκ τοῦ Ταύρου.
他在腓尼基设立了三个造船厂,分别在的黎波里、比布鲁斯和西顿,在基利家附近设立了第四个,那里的木材是从托罗斯山脉运来的。
§19.58.5ἦν δὲ καὶ περὶ Ῥόδον ἄλλο, συγχωρήσαντος τοῦ δήμου κατασκευάζειν ναῦς ἀπὸ τῆς ὕλης τῆς εἰσκομιζομένης.
在罗得岛附近也另有一个造船厂,因为该城公民大会同意用进口的木材来建造船只。
τοῦ δʼ Ἀντιγόνου περὶ ταῦτα ὄντος καὶ πλησίον τῆς θαλάσσης κατεστρατοπεδευκότος ἧκεν ἐξ Αἰγύπτου Σέλευκος μετὰ νεῶν ἑκατὸν κεκοσμημένων βασιλικῶς καὶ πλεουσῶν ἱκανῶς.
当安提柯忙于这些事务并驻扎在海边时,塞琉古率领一百艘装饰华丽、航速极快的船只从埃及驶来。
ποιουμένου δʼ αὐτοῦ τὸν παράπλουν παρʼ αὐτὴν τὴν στρατοπεδείαν καταπεφρονηκότως οἵ τε ἐκ τῶν συμμαχίδων πόλεων καὶ πάντες οἱ κοινοπραγοῦντες τοῖς περὶ Ἀντίγονον ἄθυμοι καθειστήκεισαν· §19.58.6πρόδηλον γὰρ ἦν ὅτι θαλασσοκρατοῦντες οἱ πολέμιοι πορθήσουσι τοὺς τοῖς ἐναντίοις κοινοπραγοῦντας ἀπὸ τῆς πρὸς Ἀντίγονον φιλίας.
由于他以一种傲慢的态度紧贴着营地旁驶过,同盟城市的人们以及所有与安提柯一派共同行动的人都变得心灰意冷;因为显而易见,由于敌人统治着海洋,他们会因为同盟者与安提柯的友好关系而肆意蹂躏这些与其对手合作的人。
ὁ δʼ Ἀντίγονος τούτους μὲν παρεκάλει θαρρεῖν, διαβεβαιούμενος ἐν ταύτῃ τῇ θερίᾳ ἀναπλευσεῖσθαι ναυσὶ πεντακοσίαις.
但安提柯鼓励他们振作起来,并向他们保证,他将在今年夏天率领五百艘船只出海。

词汇与语法注释

  1. 19.58.1ἀπὸ δὲ τούτων γενόμενος — 介词 ἀπό 与动词 γίνομαι 结合的惯用表达,字面意思是从某些事务中“脱离出来”或“解脱出来”,在此表示“处理完这些事务”或“结束这些事情”。
  2. 19.58.2τεμνόντων μὲν αὐτὴν καὶ πριζόντων ἀνδρῶν ὀκτακισχιλίων — 独立属格结构。句法上的逻辑主语是 ἀνδρῶν ὀκτακισχιλίων(八千人),与后半句的 κατακομιζόντων δὲ ζευγῶν χιλίων(一千对牲口)共同说明了主句动词 κατεκόμιζε 的伴随情况。
  3. 19.58.3τό τε κάλλος καὶ μέγεθος — 关系宾格(或称规定宾格)。修饰限定属格名词 ξύλων 的形容词 θαυμαστῶν,规定了这些木材在哪些方面(美观和尺寸)是“令人惊叹的”。
  4. 19.58.5τοῦ δʼ Ἀντιγόνου περὶ ταῦτα ὄντος — 独立属格结构。短语 εἶναι περί τι 惯用上表示“致力于某事”或“忙于某事”。在此用于表示安提柯正忙于筹备造船这一事务的时间背景。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.58.1-19.58.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.58.1-19.58.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。