§19.55.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Πραξίβουλος, ἐν Ῥώμῃ δὲ κατέστησαν ὕπατοι Ναύτιος Σπόριος καὶ Μάρκος Πόπλιος.
这一年过去后,普拉克西布洛斯在雅典担任执政官,而在罗马,瑙提乌斯·斯普里乌斯与马尔库斯·波普利乌斯就任执政官。
ἐπὶ δὲ τούτων Ἀντίγονος τῆς μὲν Σουσιανῆς ἀπέλιπε σατράπην Ἀσπίσαν, ἕνα τῶν ἐγχωρίων, αὐτὸς δὲ τὰ χρήματα πάντα διαγνοὺς κατακομίζειν ἐπὶ θάλασσαν, ἁμάξας καὶ καμήλους παρεσκευάσατο καὶ μετὰ τῆς δυνάμεως ἔχων ταῦτα προῆγεν ἐπὶ τῆς Βαβυλωνίας.
在他们的任期内,安提柯留下当地人之一的阿斯皮萨斯担任苏西亚纳的总督,而他自己决定将所有的资金运送到海边,准备了货车和骆驼,并率领军队带着这些物资向巴比伦尼亚进军。
§19.55.2ἐν ἡμέραις δʼ εἴκοσι καὶ δυσὶν αὐτοῦ καταντήσαντος εἰς Βαβυλῶνα Σέλευκος ὁ τῆς χώρας σατράπης δωρεαῖς τε βασιλικαῖς ἐτίμησε τὸν Ἀντίγονον καὶ τὴν δύναμιν ἅπασαν εἱστίασεν.
在二十二天内他抵达巴比伦时,该总督区的总督塞琉古用王室般的礼物向安提柯致敬,并款待了其全部军队。
§19.55.3τοῦ δʼ Ἀντιγόνου λόγους ἀπαιτοῦντος τῶν προσόδων οὐκ ἔφησεν ὀφείλειν ὑπὲρ ταύτης τῆς χώρας ὑπέχειν εὐθύνας, ἣν Μακεδόνες αὐτῷ δεδώκασι διὰ τὰς γεγενημένας ἐξ αὐτοῦ χρείας Ἀλεξάνδρου ζῶντος.
但是,当安提柯要求提交收入账目时,塞琉古声称自己没有义务就该领地接受审计,因为这是在亚历山大在世时因他所做出的贡献而由马其顿人赐予他的。
§19.55.4τῆς δὲ διαφορᾶς καθʼ ἡμέραν αὐξομένης ὁ Σέλευκος ἀναλογιζόμενος τὰ Πίθωνι συμβάντα περιδεὴς ἦν μήποτε προφάσεως λαβόμενος ὁ Ἀντίγονος ἀνελεῖν αὐτὸν ἐπιχειρήσῃ· ἐῴκει γὰρ τοὺς ἐν ἀξιώμασι τῶν ἀνδρῶν ὄντας καὶ δυναμένους πραγμάτων ἀντιλαμβάνεσθαι πάντας σπεύδειν ἐκ ποδῶν ἀπαλλάσσειν.
随着矛盾日益加深,塞琉古考虑到培松的遭遇,深恐安提柯一旦找到借口,便会企图除掉自己;因为安提柯似乎急于清除所有享有声望且有能力掌管事务的人。
§19.55.5ταῦτʼ οὖν εὐλαβηθεὶς ἐξεπήδησεν μετὰ πεντήκονθʼ ἱππέων, διανοούμενος εἰς Αἴγυπτον ἀποχωρεῖν πρὸς Πτολεμαῖον· διεβεβόητο γὰρ ἡ τούτου χρηστότης καὶ τὸ πρὸς τοὺς καταφυγόντας ἐπʼ αὐτὸν ἐκτενὲς καὶ φιλάνθρωπον.
因此,提防着这些事情,他率领五十名骑兵秘密出逃,打算撤往埃及投奔托勒密;因为后者的慷慨以及对投奔他的人的热诚与仁慈态度早已名扬四方。
§19.55.6ὁ δʼ Ἀντίγονος ἀκούσας περιχαρὴς ἦν ἐπὶ τῷ δοκεῖν αὐτὸς μὲν μὴ συνηναγκάσθαι προσενεγκεῖν τὰς χεῖρας ἀνδρὶ φίλῳ καὶ συνηγωνισμένῳ προθύμως, τὸν Σέλευκον δʼ αὐτὸν αὑτοῦ καταγνόντα φυγὴν παραδεδωκέναι τὴν σατραπείαν χωρὶς ἀγώνων καὶ κινδύνων.
而安提柯听闻此事后大喜过望,因为在他看来,自己既没有被逼无奈去向一位朋友兼热切的战友动手,而塞琉古自己也因选择自我流亡,在没有任何斗争与危险的情况下交出了总督区。
§19.55.7μετὰ δὲ ταῦτα προσελθόντων αὐτῷ τῶν Χαλδαίων καὶ προλεγόντων ὡς, εἰ τὸν Σέλευκον ἐκ τῶν χειρῶν ἀφήσει, συμβήσεται τήν τʼ Ἀσίαν πᾶσαν ὑποχείριον γενέσθαι καὶ αὐτὸν Ἀντίγονον ἐν τῇ πρὸς ἐκεῖνον παρατάξει καταστρέψειν τὸν βίον, μεταμεληθεὶς τοῖς πεπραγμένοις ἐξέπεμψε τοὺς διώξοντας·
此后,迦勒底人来到他面前预言说,如果他放走塞琉古,整个亚洲都将落入塞琉古之手,而安提柯自己也将在与塞琉古的决战中丧生。 他因此对自己先前的举动感到后悔,并派出了追兵。
οἳ μέχρι τινὸς ἐπακολουθήσαντες ἐπανῆλθον ἄπρακτοι.
他们追赶了一定距离后,一无所获地返回。
§19.55.8ὁ δʼ Ἀντίγονος ἐν τοῖς ἄλλοις καταφρονεῖν εἰωθὼς τῶν τοιούτων προρρήσεων οὐ μετρίως ἐκινήθη τότε, καταπλαγεὶς τὸ ἀξίωμα τῶν ἀνδρῶν· μεγάλη γάρ τις ἐμπειρία περὶ τούτους εἶναι δοκεῖ καὶ παρατήρησις τῶν ἄστρων ἀκριβεστάτη.
安提柯在平时通常鄙视这类预言,但当时却受到不小的震撼,为这些人的威望所折服;因为他们似乎拥有丰富的经验,并且对星象的观测极其精准。
ἀποφαίνονται γὰρ πολλὰς μυριάδας ἐτῶν ὑπάρχειν ἐξ οὗ παρʼ αὐτοῖς ἐστιν ἡ περὶ ταῦτα σπουδή· δοκοῦσι δὲ καὶ Ἀλεξάνδρῳ προειπεῖν ὅτι παρελθὼν εἰς Βαβυλῶνα τελευτήσει.
他们宣称,自其开始专注于此类研究以来,已有数万年之久;人们还相信,他们曾向亚历山大预言,他一旦进入巴比伦就会死去。
§19.55.9ὁμοίως δὲ τῇ περὶ Ἀλεξάνδρου προρρήσει συνέβη καὶ τὴν περὶ Σελεύκου τελεσθῆναι κατὰ τὰς τῶν ἀνδρῶν τούτων ἀποφάσεις· περὶ ἧς τὰ κατὰ μέρος ἐροῦμεν, ὅταν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβαλώμεθα.
与关于亚历山大的预言相似,关于塞琉古的预言最终也按照这些人的宣言得以实现;对此我们将在叙述到相应的时期时予以详述。