Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.54.1-19.54.4

重建特贝与卡山德远征伯罗奔尼撒

第 131 段,共 301 段 · 希腊语

内容简介

卡山德在众多希腊城市的协助下重建了特贝。随后他进军伯罗奔尼撒,避开对手亚历山大并由海路潜入,降服了阿耳戈斯等城市后返回马其顿。

§19.54.1εἰκοστῷ δʼ ἔτει ὕστερον Κάσανδρος φιλοδοξῆσαι βουλόμενος καὶ πείσας τοὺς Βοιωτοὺς ἀνέστησε τὴν πόλιν τοῖς διασωζομένοις τῶν Θηβαίων.
二十年后,卡山德渴望获得名声,并说服了波伊奥蒂亚人,为特贝人的幸存者重建了这座城市。
§19.54.2συνεπελάβοντο δὲ καὶ τῶν Ἑλληνίδων πόλεων τοῦ συνοικισμοῦ πολλαὶ διά τε τὸν πρὸς τοὺς ἠτυχηκότας ἔλεον καὶ διὰ τὴν δόξαν τῆς πόλεως·
许多希腊城市也参与了这次重建,这既是因为对遭遇不幸者的同情,也是因为这座城市的名望。
Ἀθηναῖοι μὲν γὰρ τὸ πολὺ μέρος τοῦ τείχους ἀνέστησαν καὶ τῶν ἄλλων οἱ μὲν ᾠκοδόμησαν κατὰ δύναμιν, οἱ δὲ καὶ χρήματα πρὸς τὰς κατεπειγούσας χρείας ἀπέστειλαν οὐ μόνον τῶν ἐκ τῆς Ἑλλάδος, ἀλλὰ καὶ Σικελίας, ἔτι δʼ Ἰταλίας.
因为雅典人重建了城墙的大部分,而其他城市中,有的尽力进行建筑,有的则为紧迫的需要送去了资金,这不仅来自希腊本土的城市,还来自西西里甚至意大利的城市。
§19.54.3Θηβαῖοι μὲν οὖν τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρίδα.
于是,特贝人以这种方式收复了祖国。
Κάσανδρος δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Πελοποννήσου καὶ καταλαβὼν Ἀλέξανδρον τὸν Πολυπέρχοντος διειληφότα τὸν Ἰσθμὸν φυλακαῖς παρῆλθεν εἰς Μέγαρα.
而卡山德率军向伯罗奔尼撒进军,当得知波利伯孔之子亚历山大已用守军封锁了地峡时,他便前往墨加拉。
ἐνταῦθα δὲ κατασκευάσας σχεδίας ἐπὶ μὲν τούτων τοὺς ἐλέφαντας διεβίβασεν εἰς Ἐπίδαυρον, ἐν δὲ πλοίοις τὴν ἄλλην δύναμιν.
在那里,他建造了木筏,用它们把战象运送到埃皮达夫鲁斯,而用船只运送其余的军队。
παρελθὼν δὲ ἐπὶ τὴν τῶν Ἀργείων πόλιν ταύτην μὲν ἠνάγκασεν ἀποστᾶσαν τῆς Ἀλεξάνδρου συμμαχίας αὐτῷ προσθέσθαι,
随后,他向阿耳戈斯人的城市进军,强迫该城脱离与亚历山大的同盟,转而投靠自己。
§19.54.4μετὰ δὲ ταῦτα τὰς ἐν τῇ Μεσσήνῃ πόλεις προσηγάγετο πλὴν Ἰθώμης καὶ τὴν Ἑρμιονίδα διʼ ὁμολογίας παρέλαβεν.
此后,他降服了除伊索梅之外的麦塞尼亚诸城市,并通过协定接收了赫米奥尼斯。
τοῦ δʼ Ἀλεξάνδρου μὴ συγκαταβαίνοντος εἰς παράταξιν ἀπολιπὼν ἐπὶ τὸν ἰσθμὸν Γερανίας στρατιώτας δισχιλίους καὶ στρατηγὸν Μόλυκκον ἐπανῆλθεν εἰς Μακεδονίαν.
由于亚历山大不愿下山交战,他在格拉内亚地峡留下了两千名士兵和将军莫吕科斯,随后回到了马其顿。

词汇与语法注释

  1. 19.54.2συνεπελάβοντο δὲ καὶ τῶν Ἑλληνίδων πόλεων τοῦ συνοικισμοῦ πολλαὶ — 动词 `συνεπελάβοντο`(`συνεπιλαμβάνομαι` 的第三人称复数不定过去时)支配属格作为其直接宾语,在此处即为 `τοῦ συνοικισμοῦ`。另一方面,`τῶν Ἑλληνίδων πόλεων` 是修饰句子主语 `πολλαὶ` 的部分属格(partitive genitive)。
  2. 19.54.2τῶν ἐκ τῆς Ἑλλάδος — 冠词 `τῶν` 后面省略了名词 `πόλεων`(城市)。这一省略结构同样平行适用于后面的属格 `Σικελίας` 和 `Ἰταλίας`,意为“不仅来自希腊本土的城市,也来自西西里和意大利的城市”。
  3. 19.54.3καταλαβὼν Ἀλέξανδρον ... διειληφότα — 分词 `καταλαβὼν`(`καταλαμβάνω` 的不定过去时主动分词)接宾格宾语(`Ἀλέξανδρον`)和宾语补足语分词(`διειληφότα`),构成表示认知或发现的句式(“发现某人正在做某事”)。`διειληφότα` 是 `διαλαμβάνω` 的完成时主动分词,在此处表示“封锁、占领(地峡)”。
  4. 19.54.4τοῦ δʼ Ἀλεξάνδρου μὴ συγκαταβαίνοντος — 由属格名词 `τοῦ ... Ἀλεξάνδρου` 和属格现在分词 `συγκαταβαίνοντος` 构成的属格独立结构(genitive absolute),在此处表示原因(“因为亚历山大不愿下山交战”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.54.1-19.54.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.54.1-19.54.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。