§19.55.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Πραξίβουλος, ἐν Ῥώμῃ δὲ κατέστησαν ὕπατοι Ναύτιος Σπόριος καὶ Μάρκος Πόπλιος.
この年が過ぎ去ると、アテナイではプラクシブロスがアルコンとなり、ローマではナウティウス・スポリウスとマルクス・ポプリウスが執政官に就任した。
ἐπὶ δὲ τούτων Ἀντίγονος τῆς μὲν Σουσιανῆς ἀπέλιπε σατράπην Ἀσπίσαν, ἕνα τῶν ἐγχωρίων, αὐτὸς δὲ τὰ χρήματα πάντα διαγνοὺς κατακομίζειν ἐπὶ θάλασσαν, ἁμάξας καὶ καμήλους παρεσκευάσατο καὶ μετὰ τῆς δυνάμεως ἔχων ταῦτα προῆγεν ἐπὶ τῆς Βαβυλωνίας.
彼らの任期中に、アンティゴノスはスシアナのサトラップとして現地人の一人であるアスピサスを残し、自分自身はすべての資金を海へと運び下ろすことを決意して、荷馬車と駱駝を用意すると、軍勢とともにこれらを伴ってバビロニアへと進軍した。
§19.55.2ἐν ἡμέραις δʼ εἴκοσι καὶ δυσὶν αὐτοῦ καταντήσαντος εἰς Βαβυλῶνα Σέλευκος ὁ τῆς χώρας σατράπης δωρεαῖς τε βασιλικαῖς ἐτίμησε τὸν Ἀντίγονον καὶ τὴν δύναμιν ἅπασαν εἱστίασεν.
二十二日のうちに彼がバビロンに到着すると、その地のサトラップであるセレウコスは、王者にふさわしい贈り物でアンティゴノスを歓迎し、軍勢すべてを饗応した。
§19.55.3τοῦ δʼ Ἀντιγόνου λόγους ἀπαιτοῦντος τῶν προσόδων οὐκ ἔφησεν ὀφείλειν ὑπὲρ ταύτης τῆς χώρας ὑπέχειν εὐθύνας, ἣν Μακεδόνες αὐτῷ δεδώκασι διὰ τὰς γεγενημένας ἐξ αὐτοῦ χρείας Ἀλεξάνδρου ζῶντος.
しかし、アンティゴノスが収益の会計報告を要求すると、彼はこの土地に関して監査を受ける義務はないと述べた。 なぜなら、その地はアレクサンドロスの生存中に彼自身が尽くした貢献に対して、マケドニア人たちが彼に与えたものだからである。
§19.55.4τῆς δὲ διαφορᾶς καθʼ ἡμέραν αὐξομένης ὁ Σέλευκος ἀναλογιζόμενος τὰ Πίθωνι συμβάντα περιδεὴς ἦν μήποτε προφάσεως λαβόμενος ὁ Ἀντίγονος ἀνελεῖν αὐτὸν ἐπιχειρήσῃ·
対立が日ごとに深まるにつれ、セレウコスはペイトンに起こったことを考慮し、アンティゴノスが何か口実を得て、いつか自分を殺そうと企てるのではないかとひどく恐れた。
ἐῴκει γὰρ τοὺς ἐν ἀξιώμασι τῶν ἀνδρῶν ὄντας καὶ δυναμένους πραγμάτων ἀντιλαμβάνεσθαι πάντας σπεύδειν ἐκ ποδῶν ἀπαλλάσσειν.
というのも、彼(アンティゴノス)は、高名で国政に関与する能力のある人物たち全員を、大急ぎで排除しようしているように見えたからである。
§19.55.5ταῦτʼ οὖν εὐλαβηθεὶς ἐξεπήδησεν μετὰ πεντήκονθʼ ἱππέων, διανοούμενος εἰς Αἴγυπτον ἀποχωρεῖν πρὸς Πτολεμαῖον·
それゆえ、これらのことを警戒した彼は、五十騎の騎兵とともに密かに脱出し、プトレマイオスのいるエジプトへと退却することに決めた。
διεβεβόητο γὰρ ἡ τούτου χρηστότης καὶ τὸ πρὸς τοὺς καταφυγόντας ἐπʼ αὐτὸν ἐκτενὲς καὶ φιλάνθρωπον.
というのも、この人物(プトレマイオス)の寛大さと、彼のもとに逃れてきた人々に対する熱心で温かい支援は広く知れ渡っていたからである。
§19.55.6ὁ δʼ Ἀντίγονος ἀκούσας περιχαρὴς ἦν ἐπὶ τῷ δοκεῖν αὐτὸς μὲν μὴ συνηναγκάσθαι προσενεγκεῖν τὰς χεῖρας ἀνδρὶ φίλῳ καὶ συνηγωνισμένῳ προθύμως, τὸν Σέλευκον δʼ αὐτὸν αὑτοῦ καταγνόντα φυγὴν παραδεδωκέναι τὴν σατραπείαν χωρὶς ἀγώνων καὶ κινδύνων.
一方アンティゴノスは、これを聞いて大喜びした。 というのも、自分自身は、友人であり熱心に共に戦ってくれた人物に手を下すように追い込まれることがなかったように思われ、また、セレウコス自身が自ら亡命を選んだことで、戦いも危険もなしにサトラペイアを引き渡したように見えたからである。
§19.55.7μετὰ δὲ ταῦτα προσελθόντων αὐτῷ τῶν Χαλδαίων καὶ προλεγόντων ὡς, εἰ τὸν Σέλευκον ἐκ τῶν χειρῶν ἀφήσει, συμβήσεται τήν τʼ Ἀσίαν πᾶσαν ὑποχείριον γενέσθαι καὶ αὐτὸν Ἀντίγονον ἐν τῇ πρὸς ἐκεῖνον παρατάξει καταστρέψειν τὸν βίον, μεταμεληθεὶς τοῖς πεπραγμένοις ἐξέπεμψε τοὺς διώξοντας·
この後、カルデア人たちが彼のもとに来て、もし彼がセレウコスを手放してしまうなら、全アジアが彼(セレウコス)の手中に落ちることになり、アンティゴノス自身も彼との決戦において命を落とすことになるだろうと予言した。 そこで彼は自分の行いを後悔し、追跡者を派遣した。
οἳ μέχρι τινὸς ἐπακολουθήσαντες ἐπανῆλθον ἄπρακτοι.
彼らはある程度の距離まで追いかけたものの、成果を得られないまま戻ってきた。
§19.55.8ὁ δʼ Ἀντίγονος ἐν τοῖς ἄλλοις καταφρονεῖν εἰωθὼς τῶν τοιούτων προρρήσεων οὐ μετρίως ἐκινήθη τότε, καταπλαγεὶς τὸ ἀξίωμα τῶν ἀνδρῶν·
アンティゴノスは、他の場合にはこのような予言を軽蔑するのが常であったが、この時はその男たちの威信に圧倒され、ただならぬ衝撃を受けた。
μεγάλη γάρ τις ἐμπειρία περὶ τούτους εἶναι δοκεῖ καὶ παρατήρησις τῶν ἄστρων ἀκριβεστάτη.
というのも、彼らには多大なる経験があり、星々の極めて正確な観測が行われていると考えられているからである。
ἀποφαίνονται γὰρ πολλὰς μυριάδας ἐτῶν ὑπάρχειν ἐξ οὗ παρʼ αὐτοῖς ἐστιν ἡ περὶ ταῦτα σπουδή·
彼らは、これらに関する探究が彼らの間で始まって以来、何万年もの歳月が経過していると主張している。
δοκοῦσι δὲ καὶ Ἀλεξάνδρῳ προειπεῖν ὅτι παρελθὼν εἰς Βαβυλῶνα τελευτήσει.
また彼らは、アレクサンドロスに対しても、バビロンに入れば亡くなるだろうと予言したと考えられている。
§19.55.9ὁμοίως δὲ τῇ περὶ Ἀλεξάνδρου προρρήσει συνέβη καὶ τὴν περὶ Σελεύκου τελεσθῆναι κατὰ τὰς τῶν ἀνδρῶν τούτων ἀποφάσεις·
アレクサンドロスに関する予言と同様に、セレウコスに関する予言もまた、これら(カルデア)の男たちの宣言通りに成就することとなった。
περὶ ἧς τὰ κατὰ μέρος ἐροῦμεν, ὅταν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβαλώμεθα.
これについては、該当する時期に達したときに詳しく語ることにしよう。