§19.52.1Κάσανδρος δέ, κατὰ νοῦν αὐτῷ τῶν πραγμάτων προχωρούντων, περιελάμβανε ταῖς ἐλπίσι τὴν Μακεδόνων βασιλείαν.
卡山德见事态正按自己的心愿进展,便在希望中觊觎着马其顿的王权。
διὸ καὶ Θεσσαλονίκην ἔγημε, τὴν Φιλίππου μὲν θυγατέρα, Ἀλεξάνδρου δὲ ἀδελφὴν ὁμοπάτριον, σπεύδων οἰκεῖον αὑτὸν ἀποδεῖξαι τῆς βασιλικῆς συγγενείας.
为此,他娶了帖撒罗妮佳,她是腓力的女儿,也是亚历山大同父异母的姐妹,他急于借此表明自己与王室的姻亲关系。
§19.52.2ἔκτισε δὲ καὶ πόλιν ἐπὶ τῆς Παλλήνης ὁμώνυμον αὐτοῦ Κασάνδρειαν, εἰς ἣν τάς τε ἐκ τῆς Χερρονήσου πόλεις συνῴκισε καὶ τὴν Ποτίδαιαν, ἔτι δὲ τῶν σύνεγγυς χωρίων οὐκ ὀλίγα· κατῴκισε δʼ εἰς αὐτὴν καὶ τῶν Ὀλυνθίων τοὺς διασωζομένους, ὄντας οὐκ ὀλίγους.
他还以自己的名字在帕勒涅建立了一座城市,命名为卡山德里亚,并将色雷斯切索尼斯的诸城市以及波提狄亚的居民,连同附近地区不少地方的居民迁入其中;他还将奥林索斯人的幸存者们安置在城中,他们的人数也不少。
§19.52.3πολλῆς δὲ χώρας προσορισθείσης τοῖς Κασανδρεῦσι καὶ ταύτης ἀγαθῆς, ἔτι δὲ τοῦ Κασάνδρου πολλὰ συμφιλοτιμηθέντος εἰς τὴν αὔξησιν ταχὺ μεγάλην ἐπίδοσιν ἔλαβεν ἡ πόλις καὶ πλεῖστον ἴσχυσε τῶν ἐν Μακεδονίᾳ.
由于大量的、且十分肥沃的土地被分配给了卡山德里亚的公民,加之卡山德本人为该城的扩大投入了极大的热忱,这座城市迅速取得了巨大的发展,并成为马其顿最强大的城市。
§19.52.4ὁ δὲ Κάσανδρος διεγνώκει μὲν ἀνελεῖν Ἀλεξάνδρου τὸν παῖδα καὶ τὴν μητέρα αὐτοῦ Ῥωξάνην, ἵνα μηδεὶς ᾖ διάδοχος τῆς βασιλείας· κατὰ δὲ τὸ παρὸν θεωρῆσαι βουλόμενος τοὺς τῶν πολλῶν λόγους, τίνες ἔσονται περὶ τῆς Ὀλυμπιάδος ἀναιρέσεως, ἅμα δʼ οὐδὲν πεπυσμένος τῶν περὶ Ἀντίγονον τὴν μὲν Ῥωξάνην μετὰ τοῦ παιδὸς εἰς φυλακὴν παρέδωκε, μεταγαγὼν εἰς τὴν ἄκραν τὴν ἐν Ἀμφιπόλει, τάξας τε ἐπʼ αὐτῆς Γλαυκίαν τινὰ τῶν πιστευομένων· ἀπέσπασε δὲ καὶ τοὺς εἰωθότας παῖδας συντρέφεσθαι καὶ τὴν ἀγωγὴν οὐκέτι βασιλικήν, ἀλλʼ ἰδιώτου τοῦ τυχόντος οἰκείαν ἐκέλευε γίνεσθαι.
卡山德本已决定除掉亚历山大的儿子及其母亲罗克珊娜,以便使王位没有继承人;但目前他希望观察大众对杀害奥林匹娅斯一意会有些什么议论,同时对安提柯的情况也毫无所闻,于是他将罗克珊娜和孩子交由看管,转移到安菲波利斯的城堡中,并派他信任的部下之一格劳基亚斯掌管该地;他还撤走了往常陪伴那孩子一起成长的少年们,命令他的教育不再采用王室的标准,而是采用适合普通私人的标准。
§19.52.5μετὰ δὲ ταῦτα βασιλικῶς ἤδη διεξάγων τὰ κατὰ τὴν ἀρχὴν Εὐρυδίκην μὲν καὶ Φίλιππον τοὺς βασιλεῖς, ἔτι δὲ Κύνναν, ἣν ἀνεῖλεν Ἀλκέτας, ἔθαψεν ἐν Αἰγαιαῖς, καθάπερ ἔθος ἦν τοῖς βασιλεῦσι.
此后,他已经以国王之姿处理统治事务,将君主欧律狄刻和腓力,以及被阿尔凯塔斯杀害的辛娜,按照国王的惯例安葬在埃盖。
τιμήσας δὲ τοὺς τετελευτηκότας ἐπιταφίοις ἀγῶσι κατέγραφε τῶν Μακεδόνων τοὺς εὐθέτους, διεγνωκὼς εἰς Πελοπόννησον στρατεύειν.
在用葬礼竞技向死者致敬后,他征召了马其顿人中合适的人选,决定向伯罗奔尼撒进军。
§19.52.6τούτου δὲ περὶ ταῦτʼ ὄντος Πολυπέρχων ἐτύγχανε μὲν πολιορκούμενος ἐν Ἀζωρίῳ τῆς Περραιβίας, ἀκούσας δὲ τὴν Ὀλυμπιάδος τελευτὴν καὶ τελέως ἀπελπίσας τὰ κατὰ Μακεδονίαν ἐξεπήδησεν ἐκ τῆς πόλεως μετʼ ὀλίγων, πορευθεὶς δὲ ἐκ τῆς Θεσσαλίας καὶ παραλαβὼν τοὺς περὶ τὸν Αἰακίδην ἀπεχώρησεν εἰς τὴν Αἰτωλίαν, ὑπολαβὼν ἀσφαλέστατα καραδοκήσειν ἐνταῦθα τὰς τῶν πραγμάτων μεταβολάς· καὶ γὰρ ἐτύγχανεν οἰκείως ἔχων πρὸς τοῦτο τὸ ἔθνος.
正当他忙于这些事务时,波利伯孔正被围困在佩赖比亚的阿佐里乌斯,但他听闻奥林匹娅斯的死讯,对马其顿的局势彻底绝望,便率领少数人逃出城去;他从色萨利出发,带上埃阿喀得斯的部下,退往埃托利亚,认为在那里静观局势的变化最为安全;因为他恰好与这个部族关系亲密。