§19.52.1Κάσανδρος δέ, κατὰ νοῦν αὐτῷ τῶν πραγμάτων προχωρούντων, περιελάμβανε ταῖς ἐλπίσι τὴν Μακεδόνων βασιλείαν.
カサンドロスは、事態が思い通りに進展していたので、望みの中にマケドニアの王権を収めていた。
διὸ καὶ Θεσσαλονίκην ἔγημε, τὴν Φιλίππου μὲν θυγατέρα, Ἀλεξάνδρου δὲ ἀδελφὴν ὁμοπάτριον, σπεύδων οἰκεῖον αὑτὸν ἀποδεῖξαι τῆς βασιλικῆς συγγενείας.
それゆえ彼はテサロニケ、すなわちフィリッポスの娘であり、アレクサンドロスと父親を同じくする異母姉妹である女性と結婚した。 これは自らが王家の親族に連なる者であることを示そうと急いだからである。
§19.52.2ἔκτισε δὲ καὶ πόλιν ἐπὶ τῆς Παλλήνης ὁμώνυμον αὐτοῦ Κασάνδρειαν, εἰς ἣν τάς τε ἐκ τῆς Χερρονήσου πόλεις συνῴκισε καὶ τὴν Ποτίδαιαν, ἔτι δὲ τῶν σύνεγγυς χωρίων οὐκ ὀλίγα· κατῴκισε δʼ εἰς αὐτὴν καὶ τῶν Ὀλυνθίων τοὺς διασωζομένους, ὄντας οὐκ ὀλίγους.
また彼はパレネに自らと同名の都市カサンドレイアを創建し、そこへケルソネソスの諸都市とポティダイア、さらに近隣の地域から少なからぬ人々を移住させて合併させ、オリュントス人の生存者たち(彼らもまた少なからぬ数であった)をもそこに定住させた。
§19.52.3πολλῆς δὲ χώρας προσορισθείσης τοῖς Κασανδρεῦσι καὶ ταύτης ἀγαθῆς, ἔτι δὲ τοῦ Κασάνδρου πολλὰ συμφιλοτιμηθέντος εἰς τὴν αὔξησιν ταχὺ μεγάλην ἐπίδοσιν ἔλαβεν ἡ πόλις καὶ πλεῖστον ἴσχυσε τῶν ἐν Μακεδονίᾳ.
カサンドレイア市民に多くの、しかも肥沃な土地が割り当てられ、さらにカサンドロスがその拡大のために大いに熱意を注いだため、この都市は急速に大きな発展を遂げ、マケドニアの諸都市の中で最も強力になった。
§19.52.4ὁ δὲ Κάσανδρος διεγνώκει μὲν ἀνελεῖν Ἀλεξάνδρου τὸν παῖδα καὶ τὴν μητέρα αὐτοῦ Ῥωξάνην, ἵνα μηδεὶς ᾖ διάδοχος τῆς βασιλείας·
一方、カサンドロスは、王位の継承者が誰もいなくなるように、アレクサンドロスの子とその母ロクサネを殺害することを決意していた。
κατὰ δὲ τὸ παρὸν θεωρῆσαι βουλόμενος τοὺς τῶν πολλῶν λόγους, τίνες ἔσονται περὶ τῆς Ὀλυμπιάδος ἀναιρέσεως, ἅμα δʼ οὐδὲν πεπυσμένος τῶν περὶ Ἀντίγονον τὴν μὲν Ῥωξάνην μετὰ τοῦ παιδὸς εἰς φυλακὴν παρέδωκε, μεταγαγὼν εἰς τὴν ἄκραν τὴν ἐν Ἀμφιπόλει, τάξας τε ἐπʼ αὐτῆς Γλαυκίαν τινὰ τῶν πιστευομένων·
しかし、現時点では、オリュンピアスの殺害について民衆がどのような噂をするかを見極めたいと望んでおり、同時にアンティゴノスに関する情報も全く得ていなかったため、ロクサネを子供とともにアムフィポリスの城砦に移して監禁に処し、信頼のおける部下の一人であるグラウキアスという者をその番人に任じた。
ἀπέσπασε δὲ καὶ τοὺς εἰωθότας παῖδας συντρέφεσθαι καὶ τὴν ἀγωγὴν οὐκέτι βασιλικήν, ἀλλʼ ἰδιώτου τοῦ τυχόντος οἰκείαν ἐκέλευε γίνεσθαι.
さらに彼は、少年の周りで共に育つ習慣になっていた小姓たちを引き離し、その教育を、もはや王族のものではなく、ありふれた一個人のそれにふさわしいものにするよう命じた。
§19.52.5μετὰ δὲ ταῦτα βασιλικῶς ἤδη διεξάγων τὰ κατὰ τὴν ἀρχὴν Εὐρυδίκην μὲν καὶ Φίλιππον τοὺς βασιλεῖς, ἔτι δὲ Κύνναν, ἣν ἀνεῖλεν Ἀλκέτας, ἔθαψεν ἐν Αἰγαιαῖς, καθάπερ ἔθος ἦν τοῖς βασιλεῦσι.
この後、彼はすでに王のように支配の務めを執り行い、王たちであるエウリュディケとフィリッポス、さらにアルケタスによって殺害されたキュンナを、王たちの慣習に従ってアイガイに埋葬した。
τιμήσας δὲ τοὺς τετελευτηκότας ἐπιταφίοις ἀγῶσι κατέγραφε τῶν Μακεδόνων τοὺς εὐθέτους, διεγνωκὼς εἰς Πελοπόννησον στρατεύειν.
そして、亡き人々を追悼の競技会によって称えた後、ペロポネソスへと遠征することを決意して、マケドニア人の中から適した者たちを召集した。
§19.52.6τούτου δὲ περὶ ταῦτʼ ὄντος Πολυπέρχων ἐτύγχανε μὲν πολιορκούμενος ἐν Ἀζωρίῳ τῆς Περραιβίας, ἀκούσας δὲ τὴν Ὀλυμπιάδος τελευτὴν καὶ τελέως ἀπελπίσας τὰ κατὰ Μακεδονίαν ἐξεπήδησεν ἐκ τῆς πόλεως μετʼ ὀλίγων, πορευθεὶς δὲ ἐκ τῆς Θεσσαλίας καὶ παραλαβὼν τοὺς περὶ τὸν Αἰακίδην ἀπεχώρησεν εἰς τὴν Αἰτωλίαν, ὑπολαβὼν ἀσφαλέστατα καραδοκήσειν ἐνταῦθα τὰς τῶν πραγμάτων μεταβολάς·
カサンドロスがこれらのことに従事している間、ポリュペルコンはペライビアのアゾリオスで包囲されていたが、オリュンピアスの死を聞き、マケドニアでの形勢に完全に絶望したため、少数の者たちとともにその都市から脱出した。 そしてテッサリアから進んで、アイアキデスの配下の者たちを合流させると、アイトリアへと撤退した。 彼はそこで事態の推移を伺うのが最も安全であると考えたからである。
καὶ γὰρ ἐτύγχανεν οἰκείως ἔχων πρὸς τοῦτο τὸ ἔθνος.
実際、彼はこの民族と親しい関係にあった。