Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.45.1-19.45.8

罗得斯特大洪灾与城市脱险

第 122 段,共 301 段 · 希腊语

内容简介

本节叙述了罗得斯岛发生的灾难性第三次洪水,详细描述了因城市地形和基础设施导致的灾情,以及因城墙突然裂开而使城市免遭彻底毁灭的过程。

§19.45.1κατὰ δὲ τούτους τοὺς χρόνους συνέβη γενέσθαι περὶ τὴν Ῥοδίων πόλιν τὸν τρίτον κατακλυσμόν, ὃς πολλοὺς τῶν ἐνοικούντων διέφθειρεν.
\n在这些时期,罗得斯城发生第三次洪水,夺去了许多居民的生命。
ὧν ὁ μὲν πρῶτος ὀλίγα τοῖς ἀνθρώποις ἐνώχλησεν, ὡς ἂν τῆς πόλεως οὔσης νεοκτίστου καὶ διὰ τοῦτο πολλὴν εὐρυχωρίαν ἐχούσης, §19.45.2ὁ δὲ δεύτερος μείζων ἐγένετο καὶ πλείω σώματα διέφθειρεν.
其中第一次对人们几乎没有造成困扰,因为当时城市刚刚建立,因此拥有很大的空地,\n\n第二次则规模更大,夺去了更多人的生命。
ὁ δὲ τελευταῖος ἐπέπεσε μὲν ἔαρος ἀρχομένου, καταρραγέντων ἐξαίφνης μεγάλων ὄμβρων καὶ χαλάζης ἀπίστου τὸ μέγεθος· μνααῖαι γὰρ ἔπιπτον, ἔστι δʼ ὅτε καὶ μείζους, ὥστε πολλὰς μὲν τῶν οἰκιῶν συμπίπτειν διὰ τὸ βάρος, οὐκ ὀλίγους δὲ καὶ τῶν ἀνθρώπων ἀπόλλυσθαι· §19.45.3θεατροειδοῦς δʼ οὔσης τῆς Ῥόδου καὶ τὰς ἐγκλίσεις τῶν ὑδάτων κατὰ τὸ πλεῖστον εἰς ἕνα τόπον ποιουμένης εὐθὺς τὰ ταπεινὰ τῆς πόλεως ἐπληροῦτο, τῶν μὲν ὀχετῶν διὰ τὸ δοκεῖν παρεληλυθέναι τὸν χειμῶνα κατημελημένων, τῶν δʼ ἐν τοῖς τείχεσιν ὀβελίσκων συμφραχθέντων.
而最后一次发生在初春,当时突然暴雨倾盆,并降下了大得令人难以置信的冰雹;因为降下的冰雹重达一米纳,有时甚至更大,以至于许多房屋因承受不住重量而倒塌,不少人也因此丧生;\n\n由于罗得斯城呈剧场状,且水流的倾斜方向大都汇聚于一处,城市的低洼地区立刻被水灌满,这是因为人们以为冬天已经过去而疏忽了下水道的清理,且城墙上的排水口也被堵塞了。
§19.45.4τοῦ δʼ ὕδατος παραδόξως ἀθροιζομένου πᾶς μὲν ὁ περὶ τὸ δεῖγμα καὶ Διονύσιον τόπος ἐπεπλήρωτο, πρὸς δὲ τὸ Ἀσκληπιεῖον ἤδη τοῦ λιμνάζοντος τόπου προσιόντος ἐκπλαγεῖς μὲν ἦσαν ἅπαντες, πρὸς δὲ τὴν σωτηρίαν διαφόροις ἐχρῶντο κρίσεσιν.
\n\n随着水分出人意料地积聚起来,交易所以及狄奥尼索斯神殿周围的整个区域都被灌满,当积水区已经逼近阿斯克勒庇俄斯神殿时,所有人皆陷入恐慌,并为了自救而做出了不同的选择。
§19.45.5οἱ μὲν γὰρ αὐτῶν εἰς τὰ πλοῖα συνέφυγον, οἱ δʼ ἐπὶ τὸ θέατρον ἀνέδραμον, τινὲς δὲ τῶν περικαταλαμβανομένων ὑπὸ τοῦ δεινοῦ διαποροῦντες ἐπὶ τοὺς ὑψηλοτάτους βωμοὺς καὶ τὰς τῶν ἀνδριάντων βάσεις προσανέβησαν.
\n\n他们中的一些人逃往船只,另一些人奔向剧场,而一些被危险困住的人在无计可施之下,爬上了最高的祭坛和雕像的基座。
§19.45.6κινδυνευούσης δὲ τῆς πόλεως ἄρδην μετὰ τῶν κατοικούντων ἀπολέσθαι βοήθειά τις αὐτόματος ἐγένετο· τοῦ γὰρ τείχους ῥαγέντος ἐπὶ πολὺν τόπον ἐξέπεσε ταύτῃ τὸ συνεστηκὸς ὕδωρ εἰς τὴν θάλασσαν καὶ ταχὺ πάλιν ἕκαστος εἰς τὴν προϋπάρχουσαν τάξιν ἀποκατέστη.
\n\n在城市面临与居民一同彻底毁灭的危险时,出现了一种自发的救助:城墙在很大的范围上裂开,积聚的水便由此排入海中,大家很快又恢复了原先的状态。
§19.45.7συνήργησε δὲ τοῖς κινδυνεύουσι καὶ τὸ μεθʼ ἡμέραν γενέσθαι τὸν κατακλυσμόν· οἱ γὰρ πλεῖστοι φθάσαντες ἐξεπήδησαν ἐκ τῶν οἰκιῶν εἰς τοὺς μετεώρους τόπους τῆς πόλεως· πρὸς δὲ τούτοις τὸ μὴ πλινθίνας εἶναι τὰς οἰκίας, ἀλλὰ λιθίνας καὶ διὰ τοῦτο τοὺς ἐπὶ τὰ στέγη καταφυγόντας ἀσφαλῶς διασωθῆναι.
\n\n洪水发生在白天这一事实,也对处于危险中的人们有所帮助;因为大多数人得以及时从房屋中逃出,奔向城市的高处;除此之外,房屋不是用砖,而是用石头建造的,因此逃往屋顶的人们得以安全获救。
§19.45.8ὅμως δὲ τηλικούτων ἀτυχημάτων γενομένων σώματα μὲν διεφθάρη πλείω τῶν πεντακοσίων, οἰκίαι δὲ αἱ μὲν τελέως ἔπεσον, αἱ δὲ διεσείσθησαν.
\n\n然而,尽管发生了如此巨大的灾难,仍有五百多人丧生,房屋有的彻底倒塌,有的严重受损。
καὶ τὰ μὲν περὶ τὴν Ῥόδον συμβάντα τοιοῦτον ἔσχε τὸν κίνδυνον.
在罗得斯发生的事情就带有这样的危险。

词汇与语法注释

  1. 19.45.1ὡς ἂν τῆς πόλεως οὔσης — 连接词 ὡς 与小词 ἄν 连用,修饰分词 οὔσης(属格绝对独立结构),表示一种假设性或推测性的原因(意为“正如人们所料,因为当时……”)。
  2. 19.45.3ὀβελίσκων — 该词通常指“签子”或“方尖碑”,但在本处的建筑上下文中,它指的是城墙上设置的“排水口”或“导水管”。
  3. 19.45.7φθάσαντες — 动词 φθάνω(抢先、先于)的分词形式在此处作绝对用法(不带宾语或其他分词),表示“在为时已晚之前”或“争先恐后地”。
  4. 19.45.7τὸ μὴ πλινθίνας εἶναι — 这是一个带冠词的不定式短语,与前置词短语 πρὸς δὲ τούτοις(除这些之外)并列,作为名词短语(意为“非砖造这一事实”),构成了主句动词 συνήργησε(有所帮助)的主语的一部分。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.45.1-19.45.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.45.1-19.45.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。