Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.46.1-19.46.6

安提柯处决培松与向波斯波利斯进军

第 123 段,共 301 段 · 希腊语

内容简介

安提柯察觉到米底亚太守培松的叛乱企图,用计将其诱捕并处决。随后,他重新整顿了米底亚的统治机构,并经由埃克巴坦那向波斯波利斯进军。

§19.46.1Ἀντίγονος δὲ χειμάζων ἐν τῇ Μηδίᾳ καὶ πυθόμενος Πίθωνα πολλοὺς τῶν ἐν τῇ χειμασίᾳ στρατιωτῶν ἐπαγγελίαις καὶ δωρεαῖς ἰδίους κατασκευάζειν καὶ διανοεῖσθαι νεωτερίζειν, τὴν μὲν ἰδίαν προαίρεσιν ἐπεκρύψατο, προσποιηθεὶς δὲ ἀπιστεῖν τοῖς διαβάλλουσι τούτοις μὲν πολλῶν ἀκουόντων ἐπετίμησεν ὡς διιστάνουσι τὴν φιλίαν, πρὸς δὲ τοὺς ἐκτὸς διέδωκε λόγον ὅτι μέλλει καταλιπεῖν τῶν ἄνω σατραπειῶν στρατηγὸν Πίθωνα καὶ δύναμιν ἱκανὴν τὴν παρέξουσαν τὴν ἀσφάλειαν.
安提柯在米底亚过冬,并获悉培松正通过承诺和礼物,将冬营中的许多士兵收买为自己的亲信,并图谋叛乱。 于是,他隐瞒了自己的真实意图,假装不相信那些告密者,并在众人听得到的地方斥责他们是在破坏友谊,而对外部则散布消息说,他打算留培松为上部各省的将军,并给予他足够的军力以确保安全。
§19.46.2ἔγραψε δὲ καὶ πρὸς αὐτὸν ἐπιστολήν, ἀξιῶν ἥκειν τὴν ταχίστην, ὅπως κατὰ πρόσωπον περὶ τῶν ἀναγκαίων κοινολογησάμενος ταχέως τὴν ἐπὶ θάλασσαν κατάβασιν ποιήσηται.
他还写信给培松,要求他尽早前来,以便当面商讨必要的事宜后,能迅速动身前往沿海地区。
ταῦτα δʼ ἐμηχανήσατο σπεύδων τῆς μὲν ἀληθοῦς ὑποψίας αὐτὸν ἀποστῆσαι, πεῖσαι δʼ ὡς σατράπην καταλειφθησόμενον ἐλθεῖν εἰς χεῖρας· μετὰ βίας γὰρ συλλαβεῖν οὐ ῥᾴδιον ἦν ἄνδρα καὶ παρʼ Ἀλεξάνδρῳ προαγωγῆς διʼ ἀρετὴν τετευχότα καὶ κατʼ ἐκεῖνον τὸν καιρὸν σατράπην μὲν ὄντα τῆς Μηδίας, πεπολιτευμένον δὲ πρὸς ἅπαν τὸ στρατόπεδον.
安提柯设下这一计谋,急于消除培松真正的疑虑,并使其相信自己将被留任为太守,从而主动自投罗网;因为要用武力逮捕一个因才能而在亚历山大麾下获得晋升、此时身为米底亚太守且在全军中深得人心的人,绝非易事。
§19.46.3ὁ δὲ Πίθων ἐτύγχανε μὲν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Μηδίας χειμάζων καὶ πλῆθος ἤδη διεφθαρκὼς τῶν ἐπαγγελλομένων συναποστήσεσθαι, γραφόντων δʼ αὐτῷ τῶν φίλων περὶ τῶν Ἀντιγόνου προαιρέσεων καὶ μεγάλας ὑπογραφόντων ἐλπίδας ἐξαπατηθεὶς κεναῖς προσδοκίαις ἧκε πρὸς Ἀντίγονον.
而培松当时恰好在米底亚最边远的地区过冬,并且已经拉拢了许多承诺与他一同起兵的人;但由于他的朋友们写信告知他安提柯的意图,并暗示了极大的希望,他被虚无的期待所蒙蔽,来到了安提柯那里。
§19.46.4ὁ δὲ κυριεύσας τοῦ σώματος καὶ κατηγορίαν ποιησάμενος ἐν τοῖς μετέχουσι τοῦ συνεδρίου ῥᾳδίως κατεδίκασε καὶ παραχρῆμα ἀπέκτεινεν.
安提柯在控制住他的身体后,在参与会议的人面前对他进行了指控,轻易判处其有罪,并当场将其处死。
§19.46.5συναγαγὼν δὲ τὸ στρατόπεδον εἰς ἕνα τόπον σατράπην μὲν ἀπέδειξε τῆς Μηδίας Ὀροντοβάτην Μῆδον, στρατηγὸν δὲ Ἱππόστρατον, ἔχοντα πεζοὺς μὲν ξένους τρισχιλίους πεντακοσίους.
随后,安提柯将军队聚集到一处,任命米底人奥隆托巴特斯为米底亚的太守,任命希波斯特拉托斯为将军,后者统领着三千五百名雇佣步兵。
§19.46.6αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν παρῆλθεν εἰς Ἐκβάτανα.
他自己则率军前往埃克巴坦那。
ἐνταῦθα δὲ παραλαβὼν ἀσήμου ἀργύρου τάλαντα πεντακισχίλια προῆγεν ἐπὶ τῆς Περσίδος, οὔσης τῆς ἀναβάσεως ὡς ἂν εἴκοσιν ἡμερῶν εἰς τὸ βασίλειον, ὃ καλεῖται Περσέπολις.
在那里,他接收了五千塔兰特未铸造的白银,随后向波斯特区进军,从那里前往被称为波斯波利斯的王宫,上山的路程大约需要二十天。

词汇与语法注释

  1. 19.46.1Πίθωνα — 不定式 κατασκευάζειν 和 διανοεῖσθαι 的逻辑主语(宾格),与分词 πυθόμενος(“获悉”)连用,构成宾格与不定式结构。
  2. 19.46.2πεῖσαι δʼ ὡς σατράπην καταλειφθησόμενον ἐλθεῖν εἰς χεῖρας — 不定式 πεῖσαι(“说服”)的宾格目的语被省略,未来分词 καταλειφθησόμενον(“将被留下”)与其保持宾格一致。ὡς 表示主观意图(“以为自己将被留任”),而 ἐλθεῖν 则是紧随 πεῖσαι 之后表示结果或目的的不定式(“来到他的手下”)。
  3. 19.46.3ἐτύγχανε μὲν ... χειμάζων καὶ ... διεφθαρκὼς — 动词 τυγχάνω 与分词结合表示“正巧、恰好在做某事”的句式。未完成过去时动词 ἐτύγχανε 连结了现在分词 χειμάζων(“过冬”)和完成分词 διεφθαρκὼς(“已经拉拢/腐蚀”)。
  4. 19.46.6οὔσης τῆς ἀναβάσεως ὡς ἂν εἴκοσιν ἡμερῶν — 独立属格结构,其中 τῆς ἀναβάσεως 作主语,οὔσης 为分词。属格 εἴκοσιν ἡμερῶν 表示性质或度量(“二十天的”),ὡς 铺于数词前表示约数(“大约”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.46.1-19.46.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.46.1-19.46.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。