Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.38.1-19.38.6

欧墨奈斯的虚张营火计与安提柯改道

第 115 段,共 301 段 · 希腊语

内容简介

欧墨奈斯设计在高地上点燃大量虚假营火以阻止培乌克斯塔斯撤退。安提柯军误以为这是真正的敌军集结,遂停止前进并改道绕行。

§19.38.1οἱ δὲ περὶ τὸν Πευκέστην πυθόμενοι κατὰ μέσην τὴν ὁδὸν ἑωρᾶσθαι τὴν στρατοπεδείαν, διέγνωσαν ἀναχωρεῖν εἰς τοὺς ἐσχάτους τόπους τῆς χειμασίας, φοβούμενοι μὴ καταληφθῶσιν ὑπὸ τῶν πολεμίων πρὶν ἢ συνελθεῖν πανταχόθεν τὴν συμμαχοῦσαν δύναμιν.
培乌克斯塔斯的人听闻自己的营地在半途中被发现,因担心在盟军从各处集结完毕之前被敌人追上,便决定退却到冬营地最偏远的地区。
§19.38.2ὧν ὁρῶν τὴν ἀθυμίαν Εὐμενὴς θαρρεῖν παρεκελεύετο καὶ μένειν ἐπὶ τῶν ὅρων τῆς ἐρήμου· εὑρηκέναι γὰρ τρόπον δι’ οὗ ποιήσει τὸν Ἀντίγονον ὕστερον ἡμέραις τρισὶν ἢ τέτταρσι παραγενέσθαι·
欧墨奈斯看到他们的沮丧,便鼓励他们鼓起勇气,留在沙漠的边界;因为他说自己找到了一个方法,可以让安提柯晚到三四天。
τούτου δὲ γενομένου τὴν μὲν ἑαυτῶν δύναμιν ῥᾳδίως ἀθροισθήσεσθαι, τοὺς δὲ πολεμίους καταπεπονημένους καὶ πάντων ἐνδεεῖς ὄντας ὑποχειρίους γενήσεσθαι.
他说,一旦此事实现,他们自己的军队就能轻易集结起来,而敌人疲惫不堪且一无所有,将会束手就擒。
§19.38.3πάντων δὲ θαυμασάντων τὸ παράδοξον τῆς ἐπαγγελίας καὶ ζητούντων μαθεῖν τί ποτʼ ἔσται τὸ δυνάμενον κωλῦσαι προάγειν τοὺς ἐναντίους, προσέταξεν ἀκολουθεῖν ἑαυτῷ πάντας τοὺς ἡγεμόνας μετὰ τῶν ἰδίων στρατιωτῶν, ἔχοντας ἐν ἀγγείοις πλείοσι πῦρ.
当所有人对这一出人意料的承诺感到惊异,并试图了解究竟是什么能够阻止对手前进时,他命令所有指挥官率领各自的士兵跟随他,并用多个器皿盛着火。
ἐκλεξάμενος δὲ τῆς μετεώρου χώρας τόπον ἐστραμμένον ἐπὶ τὴν ἔρημον καὶ πρὸς τὴν ἀποθεώρησιν πανταχόθεν εὐφυῆ, σημεῖα θέμενος περιέλαβεν ὡς ἂν ἑβδομήκοντα σταδίων περιφέρειαν.
他在高地中选择了一个面向沙漠且自然适于从四面眺望的地方,设下标记,围成一个周长约七十斯塔德的区域。
διελὼν δὲ τόπους ἑκάστῳ τῶν συνακολουθούντων συνέταξε νυκτὸς πῦρ κάειν διαστάντας ὡς ἂν εἴκοσι πήχεις καὶ κατὰ μὲν τὴν πρώτην φυλακὴν πολλὴν φλόγα ποιεῖν ὡς ἂν ἐγρηγορότων ἔτι καὶ πρὸς θεραπείαν καὶ δεῖπνον παρασκευαζομένων, τῆς δὲ δευτέρας ἐλάττω, καὶ τῆς τρίτης ἀπολιπεῖν ὀλίγα παντελῶς ὥστε δοκεῖν εἶναι τοῖς ἐξ ἀποστήματος θεωροῦσιν ἀληθινὴν στρατοπεδείαν.
他向每一个跟随他的人分配了位置,命令他们在夜间生火,彼此间隔约二十肘;并在第一更时,生起大火,仿佛他们还醒着并准备照料事务和晚餐;在第二更时,把火变小;在第三更时,完全只留下一点火星,以便让从远处眺望的人看起来像是一个真实的营地。
§19.38.4τῶν δὲ στρατιωτῶν ποιησάντων τὸ προσταχθὲν κατενόησάν τινες τὰ πυρὰ τῶν νεμομένων μὲν τὴν ἀπεναντίον ὀρεινήν, φίλων δʼ ὄντων Πίθωνι τῷ Μηδίας σατράπῃ.
士兵们照命行事后,那些在对面的山岳地带放牧、且与媒体萨特拉普培敦交好的人中,有一些人注意到了这些火光。
δόξαντες δὲ πρὸς ἀλήθειαν εἶναι στρατοπεδείαν, καταδραμόντες εἰς τὸ πεδίον ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀντίγονον καὶ Πίθωνα.
他们以为那确实是营地,便奔下平原,报告给安提柯和培敦的人。
§19.38.5οἱ δὲ διὰ τὸ παράδοξον καταπλαγέντες καὶ τῆς ὁδοιπορίας ἐπισχόντες ἐβουλεύοντο πῶς χρηστέον τοῖς προσηγγελμένοις· ἦν γὰρ ἐπικίνδυνον τὸ πεπονηκότας καὶ πάντων ἐνδεεῖς συνηγμένοις ἤδη τοῖς πολεμίοις καὶ πάντων εὐποροῦσι συμβαλεῖν.
后者因这出人意料的消息而大惊失色,停下行军,商议如何应对所报告的情况;因为在疲惫不堪且一无所有的状态下,去与已经集结且物资充裕的敌人交战,是十分危险的。
§19.38.6ὑπολαβόντες δὲ προδοσίαν γεγενῆσθαι καὶ προακηκοότας τὸ μέλλον τοὺς πολεμίους ἠθροῖσθαι, τὸ μὲν ἐπʼ εὐθείας προάγειν ἀπέγνωσαν, εἰς δεξιὰ δὲ κλίναντες προῆγον ἐφʼ ἑκάτερα μέρη τῆς οἰκουμένης χώρας, βουλόμενοι τὴν δύναμιν ἐκ τῆς κακοπαθίας ἀναλαβεῖν.
他们猜测发生了背叛,且敌人已预先听闻将要发生的事并集结起来,于是放弃了径直前行,而是向右转,向着有人烟地区的各个方向前进,希望让军队从艰辛中恢复过来。

词汇与语法注释

  1. 19.38.2ὧν — 关系代词位于句首作连接用法,其先行词为前一节 §19.38.1 中出现的“培乌克斯塔斯的人(正打算退却的人)”。在语法上,它作为属格修饰紧随其后的名词 `τὴν ἀθυμίαν`(“他们的沮丧”)。
  2. 19.38.2εὑρηκέναι γὰρ τρόπον — 代表间接引语的完成时不定式。它延续了主句动词 `παρεκελεύετο` 的叙述语境,或者暗示省略了表示说、主张的动词(如 `ἔφη`),表达欧墨奈斯本人的主张,译作“因为他说他已经找到了一个方法”。
  3. 19.38.3ὡς ἂν — 在本节中使用了三次的惯用表达(`ὡς ἂν ἑβδομήκοντα`、`ὡς ἂν εἴκοσι`、`ὡς ἂν ἐγρηγορότων`)。在数词前表示近似值(“大约、约”),而在分词前则加强虚拟或比拟语气(“仿佛、好似”)。
  4. 19.38.3τῆς δὲ δευτέρας — 属格 `τῆς δευτέρας` 以及随后的 `τῆς τρίτης` 与前文的宾格短语 `τὴν πρώτην φυλακήν`(第一更)相对应。这里是表示时间的属格(或暗示省略了名词 `φυλακῆς`),意为“在第二更时”和“在第三更时”。
  5. 19.38.5τὸ πεπονηκότας καὶ πάντων ἐνδεεῖς συνηγμένοις ἤδη τοῖς πολεμίοις καὶ πάντων εὐποροῦσι συμβαλεῖν — 冠词性不定式 `τὸ ... συμβαλεῖν` 构成了无人称句 `ἦν ἐπικίνδυνον`(“是危险的”)的主语。不定式的逻辑主语(安提柯军自己)由宾格复数 `πεπονηκότας` 和 `ἐνδεεῖς` 表示,而交战的对象则由动词 `συμβάλλω` 所要求的与格 `τοῖς πολεμίοις` 及其一致的与格分词 `συνηγμένοις`、`εὐποροῦσι` 表示。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.38.1-19.38.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.38.1-19.38.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。