Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.39.1-19.39.6

欧墨奈斯救援战象与两军布阵对峙

第 116 段,共 301 段 · 希腊语

内容简介

欧墨奈斯集结分散的士兵并加固营地,预料到安提柯将袭击其孤立的战象,便派兵救援,成功解围后两军对垒准备决战。

§19.39.1Εὐμενὴς δὲ τὸν προειρημένον τρόπον καταστρατηγήσας τοὺς πολεμίους μετεπέμπετο πανταχόθεν τοὺς διερριμμένους τῶν στρατιωτῶν καὶ χειμάζοντας ἐν ταῖς κώμαις.
欧墨奈斯以上述方式战胜了敌人的计谋,从各处召集分散在各村庄过冬的士兵。
βαλόμενος δὲ χάρακα καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὀχυρώσας ὑπεδέχετο μὲν τοὺς ἀεὶ καταντῶντας τῶν συμμάχων, ἐπλήρωσε δὲ τὴν στρατοπεδείαν πάντων τῶν ἐπιτηδείων.
他筑起栅栏,挖了深沟以加固营地,迎接入续抵达的盟友,并在营地中塞满了所有必需的物资。
§19.39.2ὁ δʼ Ἀντίγονος διελθὼν τὴν ἔρημον καὶ πυθόμενος παρὰ τῶν ἐγχωρίων σχεδὸν τὴν μὲν ἄλλην δύναμιν ἅπασαν συνεληλυθέναι τοῖς περὶ τὸν Εὐμενῆ, τοὺς δʼ ἐλέφαντας μέλλειν ἀναζευγνύειν ἐκ τῆς χειμασίας καὶ πλησίον εἶναι μεμονωμένους πάσης βοηθείας, ἀπέστειλεν ἐπʼ αὐτοὺς ἱππεῖς λογχοφόρους μὲν Μήδους δισχιλίους, Ταραντίνους δὲ διακοσίους, τῶν δὲ πεζῶν τοὺς ψιλοὺς ἅπαντας·
而安提柯穿过沙漠后,从当地居民那里得知,欧墨奈斯身边的其他军队几乎都已集结,但战象正准备离开冬营地,且就在附近,处于孤立无援的状态。
§19.39.3ἤλπιζε γὰρ μεμονωμένοις τοῖς θηρίοις τὴν ἐπίθεσιν ποιησάμενος τούτων τε ῥᾳδίως κυριεύσειν καὶ τῶν πολεμίων παρελεῖσθαι τὸ κράτιστον μέρος τῆς δυνάμεως.
于是,他派出了两千名美地亚持矛骑兵、二百名塔兰托骑兵以及全部轻装步兵去袭击它们;因为他希望通过袭击孤立的战兽,能够轻易地控制它们,并夺走敌人最强大的军事力量。
ὁ δʼ Εὐμενὴς καταστοχασάμενος τὸ μέλλον ἀπέστειλεν ἐπὶ τὴν βοήθειαν ἱππεῖς μὲν τοὺς κρατίστους χιλίους καὶ πεντακοσίους, πεζοὺς δὲ ψιλοὺς τρισχιλίους.
但欧墨奈斯预料到了将要发生的事,派出了最精锐的一千五百名骑兵和三千名轻装步兵前往救援。
§19.39.4ἐπιφανέντων δὲ πρότερον τῶν Ἀντιγόνου στρατιωτῶν οἱ τῶν ἐλεφάντων ἡγεμόνες τάξαντες εἰς πλινθίον τὰ θηρία προῆγον, ἐν μέσῳ μὲν ἀπειληφότες τὰ σκευοφόρα, κατὰ δὲ τὴν οὐραγίαν ἔχοντες συναγωνιζομένους ἱππεῖς οὐ πλείους τετρακοσίων.
由于安提柯的士兵先一步出现,战象的指挥官们将战兽排成方阵前进,把辎重包围在中间,并让不超过四百名骑兵在后方护卫。
§19.39.5ἐπιπεσόντων δʼ αὐτοῖς τῶν πολεμίων παντὶ τῷ βάρει καὶ βιαιότερον ἐπικειμένων οἱ μὲν ἱππεῖς ἐτράπησαν ὑπὸ τοῦ πλήθους καταπονηθέντες, οἱ δʼ ἐπὶ τῶν ἐλεφάντων ἐφεστηκότες τὸ μὲν πρῶτον ἀντεῖχον καὶ διεκαρτέρουν πανταχόθεν κατατιτρωσκόμενοι, βλάψαι δʼ οὐδὲν τοὺς πολεμίους δυνάμενοι.
当敌人以排山倒海之势向他们袭来并施加更大的压力时,骑兵因寡不敌众而溃败,而骑在象背上的人起初四面负伤,仍坚守不退,但却无法对敌人造成任何伤害。
§19.39.6ἤδη δʼ αὐτῶν καταπονουμένων ἀνελπίστως ἐπιφανέντες οἱ παρʼ Εὐμενοῦς ἐξήρπασαν αὐτοὺς ἐκ τῶν κινδύνων.
在他们已经精疲力竭、难以支持之际,欧墨奈斯的人马出人意料地出现,将他们从危险中解救了出来。
μετὰ δʼ ἡμέρας ὀλίγας ἐν τεσσαράκοντα σταδίοις ἀντιστρατοπεδευουσῶν τῶν δυνάμεων ἐξέταξαν ἀμφότεροι τὸ στρατόπεδον εἰς μάχην, ὡς περὶ τῶν ὅλων κρίσεως ἐσομένης.
几天后,在两军相距四十斯塔德对峙扎营的情况下,双方都将军队部署好准备战斗,仿佛决定全局的决战即将来临。

词汇与语法注释

  1. 19.39.1τῶν στρατιωτῶν — 修饰带冠词的实体化分词 τοὺς διερριμμένους(被分散者)的部分属格,意为“在士兵之中被分散的人”。
  2. 19.39.2πάσης βοηθείας — 伴随完成时被动分词 μεμονωμένους(被孤立、被隔绝)的分离属格,意为“与任何援助隔绝”。
  3. 19.39.4ἐπιφανέντων δὲ πρότερον τῶν Ἀντιγόνου στρατιωτῶν — 独立属格结构,表示时间或原因:即安提柯的士兵比欧墨奈斯的救援部队“先一步出现”,从而迫使战象指挥官立即采取防御阵势。
  4. 19.39.6ὡς περὶ τῶν ὅλων κρίσεως ἐσομένης — 由小词 ὡς 引导的、使用将来时分词(κρίσεως ἐσομένης)的独立属格结构,表示主观的预想或设想:“仿佛决定全局的决战即将来临”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.39.1-19.39.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.39.1-19.39.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。