§19.34.1ὃ καὶ τότε συνέβη·
这正是当时发生的事。
τοῦ γὰρ νόμου μίαν κελεύοντος συγκατακάεσθαι παρῆσαν ἀμφότεραι πρὸς τὴν τοῦ Κητέως ταφήν, ὑπὲρ τοῦ συναποθανεῖν ὡς ὑπὲρ ἀριστίου συμφιλοτιμούμεναι.
因为法律规定只允许一人与丈夫一同火葬,所以两名妻子都出席了凯透斯的葬礼,为求共同赴死而互相竞争,仿佛是在争夺武勋的奖赏。
§19.34.2τῶν δὲ στρατηγῶν διακρινόντων ἡ νεωτέρα μὲν ἀπεφαίνετο τὴν ἑτέραν ἔγκυον εἶναι καὶ διὰ τοῦτο μὴ δύνασθαι χρήσασθαι τῷ νόμῳ, ἡ δὲ πρεσβυτέρα δικαιότερον ἀπεφαίνετο εἶναι τὴν προέχουσαν τοῖς χρόνοις προέχειν καὶ τῇ τιμῇ·
在将军们进行裁决时,年轻的妻子声称另一人怀有身孕,因此无法适用该法律;而年长的妻子则声称,在年龄上领先的人在荣誉上也应领先才更为公正。
καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων θεωρεῖσθαι τοὺς πρεσβυτέρους πολὺ προέχοντας τῶν νεωτέρων εἰς ἐντροπὴν καὶ τιμήν.
因为在所有其他事情上,年长者在敬意和荣誉上都被认为远远超过年轻者。
§19.34.3οἱ δʼ οὖν στρατηγοὶ διὰ τῶν μαιεύεσθαι δυναμένων γνόντες τὴν πρεσβυτέραν ἔγκυον οὖσαν προέκριναν τὴν νεωτέραν.
于是,将军们通过懂得接生技术的人得知年长的妻子确实怀有身孕,便选定了年轻的妻子。
οὗ συμβάντος ἡ μὲν ἀποτυχοῦσα τῆς κρίσεως ἀπῄει μετὰ κλαυθμοῦ, καταρρήξασα τὸ περὶ τὴν κεφαλὴν διάδημα καὶ τὰς τρίχας σπαράσσουσα, καθαπερεί τινος συμφορᾶς μεγάλης προσηγγελμένης· ἡ δὲ ἐπὶ τῇ νίκῃ περιχαρὴς ἀπῄει πρὸς τὴν πυράν, στεφανουμένη μὲν μίτραις ὑπὸ τῶν οἰκείων γυναικῶν, κεκοσμημένη δὲ διαπρεπῶς ὥσπερ εἴς τινα γάμον προεπέμπετο ὑπὸ τῶν συγγενῶν, ᾀδόντων ὕμνον εἰς τὴν ἀρετὴν αὐτῆς.
这一结果发生后,在裁决中落选的妻子哭泣着离去,她扯下头上的发带,撕扯着头发,仿佛接到了什么巨大灾难的通报;而那因胜利而无比喜悦的妻子则走向火葬柴堆,由她的女性亲属为她戴上头带作为王冠,并被亲属们盛装打扮,仿佛是要去参加婚礼一般被护送前行,亲属们还唱着赞美她美德的赞歌。
§19.34.4ὡς δὲ ἐγγὺς ἐγενήθη τῆς πυρᾶς, περιαιρουμένη τὸν κόσμον ἑαυτῆς διεδίδου τοῖς οἰκείοις καὶ φίλοις, ὡς ἂν εἴποι τις, καταλείπουσα τοῖς ἀγαπῶσι μνημεῖον.
当她接近火葬柴堆时,她摘下自己的首饰,分发给亲属和朋友,可以说是给热爱她的人留下了纪念。
ὁ δὲ κόσμος ἦν περὶ μὲν τὰς χεῖρας δακτυλίων πλῆθος ἐνδεδεμένων λίθοις πολυτελέσι καὶ διηλλαγμένοις τοῖς χρώμασι, περὶ δὲ τὴν κεφαλὴν χρυσῶν ἀστερίσκων οὐκ ὀλίγος ἀριθμὸς παντοδαποῖς λίθοις διειλημμένων, περὶ δὲ τὸν τράχηλον ὅρμων πλῆθος, τῶν μὲν ἐλασσόνων, τῶν δʼ ἐκ τοῦ κατʼ ὀλίγον ἀεὶ καθʼ ὑπέρθεσιν μειζόνων.
这些首饰包括:手上戴着许多镶嵌着昂贵且色彩各异的宝石的戒指,头上戴着为数不少、缀有各种宝石的金色星形饰物,脖子上戴着许多项链,其中一些较小,另一些则因逐渐层叠而变得越来越大。
§19.34.5τὸ δὲ τελευταῖον ἀσπασαμένη τοὺς οἰκείους ὑπὸ τἀδελφοῦ μὲν ἐπὶ τὴν πυρὰν ἀνεβιβάσθη, ὑπὸ δὲ τοῦ συνδραμόντος ἐπὶ τὴν θέαν πλήθους θαυμασθεῖσα κατέστρεψεν ἡρωικῶς τὸν βίον·
最后,她与亲属拥抱告别,由她的兄弟扶着登上了火葬柴堆,在聚集前来观看的群众的惊叹中,英勇地结束了生命。
§19.34.6ἡ μὲν γὰρ δύναμις ἐν τοῖς ὅπλοις πᾶσα πρὶν ἅπτεσθαι τὴν πυρὰν τρὶς περιῆλθεν, αὐτὴ δὲ τἀνδρὶ παρακλιθεῖσα καὶ κατὰ τὴν τοῦ πυρὸς ὁρμὴν οὐδεμίαν φωνὴν ἀγεννῆ προεμένη προεκαλέσατο τῶν ὁρώντων τοὺς μὲν εἰς ἔλεον, τοὺς δὲ εἰς ὑπερβολὴν ἐπαίνων.
因为在火葬柴堆点燃之前,全体武装部队绕着它转了三圈,而她自己躺在丈夫身边,在烈火肆虐时没有发出任何卑微的声音,这激起了旁观者中一些人的同情,以及另一些人极度的赞赏。
οὐ μὴν ἀλλʼ ἔνιοι τῶν Ἑλλήνων ἐπετίμων τοῖς νομίμοις ὡς ἀγρίοις οὖσι καὶ χαλεποῖς.
然而,希腊人中的一些人谴责这些习俗是野蛮和残酷的。
§19.34.7ὁ δʼ Εὐμενὴς ἀπὸ τῆς τῶν τετελευτηκότων ταφῆς γενόμενος ἀνέζευξεν ἐκ τῶν Παραιτάκων εἰς τὴν Γαβηνήν, οὖσαν ἀκέραιον καὶ δυναμένην πάντα δαψιλῆ ταῖς δυνάμεσι παρέχεσθαι.
欧墨尼得斯在处理完死者的葬礼后,从巴派塔克内启程前往加比埃内,该地未受破坏,能够为军队丰盛地提供一切物资。
§19.34.8ἀπέχειν δὲ συνέβαινε τὴν χώραν ταύτην τῶν περὶ Ἀντίγονον διὰ μὲν τῆς οἰκουμένης πορευομένῳ σταθμοὺς εἴκοσι πέντε, διὰ δὲ τῆς ἐρήμου καὶ ἀνύδρου σταθμοὺς ἐννέα.
而这片地区距离安提柯一行人,若取道有人居住的地区需要行军二十五日,若穿过干旱无水的沙漠则需行军九日。
οἱ μὲν οὖν περὶ Εὐμενῆ καὶ τὸν Ἀντίγονον τοσοῦτον ἀλλήλων διεστῶτες ἐν τούτοις τοῖς τόποις παρεχείμαζον ἅμα καὶ τὰς δυνάμεις ἀνελάμβανον.
因此,欧墨尼得斯和安提柯在彼此相距如此遥远的这些地方过冬,同时也整顿和恢复各自的军队。