Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.33.1-19.33.4

凯透斯之死与印度寡妇殉葬习俗的起源

第 110 段,共 301 段 · 希腊语

内容简介

以印度将军凯透斯之死为契机,文中叙述了印度的守寡殉葬(萨蒂)法律制定的历史背景,该法律旨在防止因自由恋爱结婚失败而导致妻子毒杀丈夫的普遍现象。

§19.33.1Κητεὺς γὰρ ὁ τῶν ἐκ τῆς Ἰνδικῆς ἀπηντηκότων στρατηγὸς ἀνῃρέθη μὲν ἐν τῇ μάχῃ λαμπρῶς ἀγωνισάμενος, ἀπέλιπε δὲ δύο γυναῖκας συνακολουθούσας ἐν τῷ στρατοπέδῳ, τὴν μὲν νεόγαμον, τὴν δὲ ὀλίγοις ἔτεσι πρότερον συνοικήσασαν, ἀμφοτέρας δὲ φιλοστόργως πρὸς αὐτὸν διακειμένας.
因为从印度赶来的那些人的将军凯透斯,在战斗中英勇作战而阵亡,但他留下了两个在军营中随行的妻子,一个是新婚的,另一个是几年前成婚的,两人都对他怀有深厚的爱意。
§19.33.2ὄντος δὲ παλαιοῦ νόμου παρὰ τοῖς Ἰνδοῖς τοὺς γαμοῦντας καὶ τὰς γαμουμένας παρθένους μὴ διὰ τῆς τῶν γονέων κρίσεως ποιεῖσθαι τὸν γάμον, ἀλλὰ πείσαντας ἀλλήλους, τὸν μὲν ἔμπροσθεν χρὸνον τῆς μνηστείας γενομένης διὰ νεωτέρων ταῖς ἡλικίαις ὡς ἐπὶ πολὺ συνέβαινε διαπίπτειν τὰς κρίσεις καὶ ταχὺ μεταμελομένων ἀμφοτέρων πολλὰς τῶν γυναικῶν διαφθείρεσθαι καὶ διʼ ἀκρασίαν φιλοστοργεῖν ἑτέρους, τέλος δὲ μὴ δυναμένας εὐσχημόνως ἀπολιπεῖν τοὺς ἐξ ἀρχῆς προκριθέντας διὰ φαρμάκων ἀναιρεῖν τοὺς συνοικοῦντας, καὶ τὴν χώραν δʼ οὐκ ὀλίγας ἀφορμὰς αὐταῖς δοῦναι, πολλὰς καὶ ποικίλας φέρουσαν φθαρτικὰς δυνάμεις, ἐξ ὧν ἐνίας προσχρωσθείσας μόνον τοῖς ἐδέσμασιν ἢ ποτηρίοις ἐπιφέρειν τὴν ἀπώλειαν.
印度人中有一项古老的习俗,即成婚的男子和出嫁的少女不通过父母的决定来结合,而是通过彼此说服;在先前的时期,由于订婚在他们年纪尚轻时进行,他们的决定往往出错,而且双方很快就会后悔,许多妇人堕落,因放纵而爱上其他男人,最终,由于无法体面地离开最初选择的人,她们便用毒药杀害了共同生活的丈夫;而这片土地也为她们提供了不少手段,产出许多且多种多样具有破坏性的药性,其中有些只要接触到食物或饮料,就会带来死亡。
§19.33.3ἐπιπολαζούσης δὲ τῆς ῥᾳδιουργίας καὶ πολλῶν ἀναιρουμένων τοῦτον τὸν τρόπον, ἐπειδὴ κολάζοντες τὰς αἰτίας τῶν κακῶν οὐκ ἠδυνήθησαν ἀποτρέψαι τὰς ἄλλας τῶν ἀδικημάτων, νόμον ἔθεσαν ὅπως συγκατακαίωνται τοῖς τετελευτηκόσιν ἀνδράσιν αἱ γυναῖκες πλὴν τῶν ἐγκύων ἢ τῶν ἐχουσῶν τέκνα· τὴν δὲ μὴ βουλομένην τῷ δόγματι πιθαρχεῖν χήραν μὲν εἶναι διὰ τέλους καὶ θυσιῶν καὶ τῶν ἄλλων νομίμων εἴργεσθαι διὰ παντὸς ὡς ἀσεβοῦσαν.
由于这种恶行泛滥,许多人以此种方式被杀害,当统治者们惩罚这些罪魁祸首却无法阻止其余的人行恶时,他们便制定了一条法律,规定妻子们必须与去世的丈夫一同火葬,但孕妇或育有子女者除外;而任何不愿服从该法令的妇女,则必须终身为寡,并因其不敬虔而永远被排除在祭祀和其他习俗仪式之外。
§19.33.4τούτων δὲ νομοθετηθέντων εἰς τοὐναντίον τὴν παρανομίαν τῶν γυναικῶν μεταβαλεῖν συνέβη·
这些法律制定之后,妇女们的违法行为竟发生了解除相反的变化。
διὰ γὰρ τὴν ὑπερβολὴν τῆς ἀτιμίας ἑκάστης ὑπομενούσης ἑκουσίως τὸν θάνατον οὐ μόνον προνοεῖσθαι τῆς τῶν συνοικούντων ἀσφαλείας ὡς κοινῆς οὔσης, ἀλλὰ καὶ πρὸς ἀλλήλας ἁμιλλᾶσθαι καθάπερ ὑπὲρ τῆς μεγίστης εὐδοξίας.
因为由于极度的耻辱,每人皆甘愿承受死亡,不仅将丈夫的安全视为共同的安全而加以看护,而且还彼此竞争,仿佛是为了争夺最大的荣耀。

词汇与语法注释

  1. 19.33.2συνέβαινε — 无人称主动词 συνέβαινε(发生)支配了一系列并列的带宾格主语的不定式短语,用以叙述历史事件的因果链条:διαπίπτειν、διαφθείρεσθαι、φιλοστοργεῖν、ἀναιρεῖν,以及最后主语切换为 τὴν χώραν 的 δοῦναι。
  2. 19.33.3τὴν δὲ μὴ βουλομένην — 承接前文 νόμον ἔθεσαν(制定法律)所引出的间接引语(或法令规定内容)。阴性宾格冠词及分词 τὴν δὲ μὴ βουλομένην(不愿服从者)作为其后不定式 εἶναι 和 εἴργεσθαι 的逻辑主语。
  3. 19.33.4προνοεῖσθαι — 此不定式及并列的 ἁμιλλᾶσθαι 受前句中的 συνέβη(结果是)所支配。不定式的宾格主语(妇女们)被省略,但在语义上由紧邻的前置属格独立结构 ἑκάστης ὑπομενούσης 中的主语所引申。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.33.1-19.33.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.33.1-19.33.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。