§19.34.1ὃ καὶ τότε συνέβη·
これがまさにその時起こったことである。
τοῦ γὰρ νόμου μίαν κελεύοντος συγκατακάεσθαι παρῆσαν ἀμφότεραι πρὸς τὴν τοῦ Κητέως ταφήν, ὑπὲρ τοῦ συναποθανεῖν ὡς ὑπὲρ ἀριστίου συμφιλοτιμούμεναι.
というのも、法は一人のみが夫とともに火葬されるよう命じていたので、二人の妻はともにケテウスの葬儀に参列し、まるで最高の栄誉をめぐるかのように、ともに死ぬことを求めて互いに競い合ったからである。
§19.34.2τῶν δὲ στρατηγῶν διακρινόντων ἡ νεωτέρα μὲν ἀπεφαίνετο τὴν ἑτέραν ἔγκυον εἶναι καὶ διὰ τοῦτο μὴ δύνασθαι χρήσασθαι τῷ νόμῳ, ἡ δὲ πρεσβυτέρα δικαιότερον ἀπεφαίνετο εἶναι τὴν προέχουσαν τοῖς χρόνοις προέχειν καὶ τῇ τιμῇ·
将軍たちが裁定を下そうとしていると、若い方の妻は、もう一人の妻が妊娠しており、それゆえ法に従うことができないと主張した。 しかし年上の妻は、年齢において勝る者が名誉においても優先される方がより正しいと主張した。
καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων θεωρεῖσθαι τοὺς πρεσβυτέρους πολὺ προέχοντας τῶν νεωτέρων εἰς ἐντροπὴν καὶ τιμήν.
なぜなら、他のすべてのことにおいて、年長の者が敬意と名誉において年少の者よりもはるかに優れていると見なされているからである。
§19.34.3οἱ δʼ οὖν στρατηγοὶ διὰ τῶν μαιεύεσθαι δυναμένων γνόντες τὴν πρεσβυτέραν ἔγκυον οὖσαν προέκριναν τὴν νεωτέραν.
そこで将軍たちは、助産の技術を持つ者たちを通じて年上の妻が妊娠していることを知り、若い方の妻を選んだ。
οὗ συμβάντος ἡ μὲν ἀποτυχοῦσα τῆς κρίσεως ἀπῄει μετὰ κλαυθμοῦ, καταρρήξασα τὸ περὶ τὴν κεφαλὴν διάδημα καὶ τὰς τρίχας σπαράσσουσα, καθαπερεί τινος συμφορᾶς μεγάλης προσηγγελμένης·
このことが起こると、裁定で敗れた方の妻は、頭の帯を引き裂き、髪をむしり、まるで何か大きな災難が知らされたかのように、涙を流しながら去っていった。
ἡ δὲ ἐπὶ τῇ νίκῃ περιχαρὴς ἀπῄει πρὸς τὴν πυράν, στεφανουμένη μὲν μίτραις ὑπὸ τῶν οἰκείων γυναικῶν, κεκοσμημένη δὲ διαπρεπῶς ὥσπερ εἴς τινα γάμον προεπέμπετο ὑπὸ τῶν συγγενῶν, ᾀδόντων ὕμνον εἰς τὴν ἀρετὴν αὐτῆς.
一方、勝利に大喜びした若い方の妻は、親族の女性たちによってヘアバンドで飾られ、結婚式に臨むかのように華麗に装われて、親族たちが彼女の徳を讃える歌を歌う中、火葬の薪の山へと送り出された。
§19.34.4ὡς δὲ ἐγγὺς ἐγενήθη τῆς πυρᾶς, περιαιρουμένη τὸν κόσμον ἑαυτῆς διεδίδου τοῖς οἰκείοις καὶ φίλοις, ὡς ἂν εἴποι τις, καταλείπουσα τοῖς ἀγαπῶσι μνημεῖον.
彼女は火葬の薪の山の近くに達すると、自分の装飾品を外して親族や友人たちに分け与え、いわば、自分を愛する人たちに形見を残した。
ὁ δὲ κόσμος ἦν περὶ μὲν τὰς χεῖρας δακτυλίων πλῆθος ἐνδεδεμένων λίθοις πολυτελέσι καὶ διηλλαγμένοις τοῖς χρώμασι, περὶ δὲ τὴν κεφαλὴν χρυσῶν ἀστερίσκων οὐκ ὀλίγος ἀριθμὸς παντοδαποῖς λίθοις διειλημμένων, περὶ δὲ τὸν τράχηλον ὅρμων πλῆθος, τῶν μὲν ἐλασσόνων, τῶν δʼ ἐκ τοῦ κατʼ ὀλίγον ἀεὶ καθʼ ὑπέρθεσιν μειζόνων.
その装飾品は、手には高価で色とりどりの宝石がはめ込まれた多数の指輪、頭にはあらゆる種類の宝石がちりばめられたかなりの数の金の星形の飾り、首には多数の首飾りであり、それらはあるものは小さく、あるものは順次重ねられることで徐々に大きくなっていくものであった。
§19.34.5τὸ δὲ τελευταῖον ἀσπασαμένη τοὺς οἰκείους ὑπὸ τἀδελφοῦ μὲν ἐπὶ τὴν πυρὰν ἀνεβιβάσθη, ὑπὸ δὲ τοῦ συνδραμόντος ἐπὶ τὴν θέαν πλήθους θαυμασθεῖσα κατέστρεψεν ἡρωικῶς τὸν βίον·
そして最後に、親族たちに別れの挨拶を告げると、彼女は兄弟によって火葬の薪の山へと登らされ、見物に集まった群衆から感嘆される中で、英雄的にその生涯を終えた。
§19.34.6ἡ μὲν γὰρ δύναμις ἐν τοῖς ὅπλοις πᾶσα πρὶν ἅπτεσθαι τὴν πυρὰν τρὶς περιῆλθεν, αὐτὴ δὲ τἀνδρὶ παρακλιθεῖσα καὶ κατὰ τὴν τοῦ πυρὸς ὁρμὴν οὐδεμίαν φωνὴν ἀγεννῆ προεμένη προεκαλέσατο τῶν ὁρώντων τοὺς μὲν εἰς ἔλεον, τοὺς δὲ εἰς ὑπερβολὴν ἐπαίνων.
というのも、火葬の薪に火がつけられる前に、武装した全軍がその周囲を3回回り、彼女自身は夫の傍らに横たわり、炎が燃え盛る中、卑怯な声を一言も発することなく、見ている者たちの一部には同情を、別の一部には過大とも言える賞賛を呼び起こしたからである。
οὐ μὴν ἀλλʼ ἔνιοι τῶν Ἑλλήνων ἐπετίμων τοῖς νομίμοις ὡς ἀγρίοις οὖσι καὶ χαλεποῖς.
とはいえ、ギリシア人のうちのある者たちは、これらの慣習を野蛮で残酷なものであるとして非難した。
§19.34.7ὁ δʼ Εὐμενὴς ἀπὸ τῆς τῶν τετελευτηκότων ταφῆς γενόμενος ἀνέζευξεν ἐκ τῶν Παραιτάκων εἰς τὴν Γαβηνήν, οὖσαν ἀκέραιον καὶ δυναμένην πάντα δαψιλῆ ταῖς δυνάμεσι παρέχεσθαι.
一方、エウメネスは死者たちの埋葬を終えた後、パライタケネからガベネへと移動した。 その地は無傷であり、軍勢にすべてのものを豊かに提供することができた。
§19.34.8ἀπέχειν δὲ συνέβαινε τὴν χώραν ταύτην τῶν περὶ Ἀντίγονον διὰ μὲν τῆς οἰκουμένης πορευομένῳ σταθμοὺς εἴκοσι πέντε, διὰ δὲ τῆς ἐρήμου καὶ ἀνύδρου σταθμοὺς ἐννέα.
そしてこの地域はアンティゴノスの一行から離れており、人の住む地を通って進む者にとっては25日分の行程、砂漠や水のない地を通る者にとっては9日分の行程であった。
οἱ μὲν οὖν περὶ Εὐμενῆ καὶ τὸν Ἀντίγονον τοσοῦτον ἀλλήλων διεστῶτες ἐν τούτοις τοῖς τόποις παρεχείμαζον ἅμα καὶ τὰς δυνάμεις ἀνελάμβανον.
このように、エウメネスとアンティゴノスの一行は、互いにこれほど離れたこれらの場所で冬を越し、同時に軍勢を回復させていた。