§19.29.1Ἀντίγονος δʼ ἐκ μετεώρων τόπων κατιδὼν τὴν τῶν πολεμίων τάξιν πρὸς ταύτην ἁρμοζόντως διεκόσμησε τὴν ἰδίαν δύναμιν.
安提柯从高处俯瞰敌军的阵线,并相应地调整部署了自己的军队。
ὁρῶν γὰρ τὸ τῶν ἐναντίων δεξιὸν κέρας ὠχυρωμένον τοῖς τε θηρίοις καὶ τοῖς κρατίστοις τῶν ἱππέων ἀντέταξε τοὺς ἐλαφροτάτους τῶν ἱππέων, οἳ κατὰ στόμα μὲν ἤμελλον φυγομαχήσειν ἀραιοὶ διαστάντες, ἐκ μεταβολῆς δὲ διαγωνιεῖσθαι καὶ τούτῳ τῷ τρόπῳ ποιήσειν ἄπρακτον τῶν ἐναντίων τοῦτο τὸ μέρος ᾧ μάλιστα ἐπίστευον.
因为他看到对手的右翼被战象和最强劲的骑兵所强化,便将自己最轻装的骑兵部署在他们对面;这些轻骑兵将在正面保持稀疏的间距以避免正面决战,而是通过转身迂回进行战斗,并以此种方式使敌人最为信赖的这一部分兵力无所作为。
§19.29.2ἔστησε δʼ ἐπὶ ταύτης τῆς φάλαγγος τούς τε ἐκ Μηδίας καὶ Παρθυαίας ἀφιπποτοξότας καὶ λογχοφόρους, ὄντας μὲν χιλίους, πεφυκότας δʼ εὖ πρὸς τὴν ἐκ μεταβολῆς κρίσιν, ἑξῆς δὲ τοὺς ἀπὸ θαλάσσης συναναβεβηκότας Ταραντίνους δισχιλίους καὶ διακοσίους, ἐπιλέκτους ἐν ἐνέδραις καὶ καλῶς διακειμένους ταῖς εὐνοίαις πρὸς αὐτόν, τοὺς δʼ ἀπὸ Φρυγίας καὶ Λυδίας χιλίους, τοὺς δὲ μετὰ Πίθωνος χιλίους πεντακοσίους καὶ τοὺς μετὰ Λυσανίου ξυστοφόρους τετρακοσίους, ἐπὶ πᾶσι δὲ τούς τε ἀμφίππους ὀνομαζομένους καὶ τοὺς ἐκ τῶν ἄνω κατοικούντων Θρᾳκῶν ὀκτακοσίους.
他在这一队线上部署了来自米底和巴提亚的骑射手和标枪骑兵,共计一千人,他们天生擅长转身迂回的战术;紧接着是随他从海边一同上来的二千二百名塔兰托骑兵,他们是擅长伏击的精选之士,且对他怀有极深的忠诚;随后是来自弗里吉亚和吕底亚的一千人,培松率领的一千五百人,以及黎萨尼亚斯率领的四百名长枪骑兵;在最末端,则是被称为“双马骑兵”的士兵和居住在上部地区的八百名色雷斯人。
§19.29.3καὶ τὸ μὲν εὐώνυμον κέρας ὑπὸ τούτων ἐπληροῦτο τῶν ἱππέων, ὧν ἁπάντων Πίθων εἶχε τὴν ἡγεμονίαν·
左翼由这些骑兵填满,他们全部归培松指挥。
τῶν δὲ πεζῶν πρῶτοι μὲν ἐτάχθησαν οἱ ξένοι, πλείους ὄντες τῶν ἐννακισχιλίων, μετὰ δὲ τούτους Λύκιοι καὶ Παμφύλιοι τρισχίλιοι, παντοδαποὶ δʼ εἰς τὰ Μακεδονικὰ καθωπλισμένοι πλείους τῶν ὀκτακισχιλίων, ἐπὶ πᾶσι δὲ Μακεδόνες οὐ πολὺ ἐλάττους τῶν ὀκτακισχιλίων, οὓς ἔδωκεν Ἀντίπατρος καθʼ ὃν καιρὸν ἐπιμελητὴς ἀπεδείχθη τῆς βασιλείας.
在步兵中,首先部署的是雇佣兵,有九千多人;紧随其后的是三千名吕基亚人和潘菲利亚人,以及八千多名装备马其顿式武器的各国士兵;在最末端,则是不少于八千人的马其顿人,这是安提帕特被任命为王国摄政时交给他的。
§19.29.4τῶν δʼ ἱππέων πρῶτοι μὲν ἦσαν ἐπὶ τοῦ δεξιοῦ κέρατος συνάπτοντες τῇ φάλαγγι μισθοφόροι παντοδαποὶ πεντακόσιοι, ἑξῆς δὲ Θρᾷκες χίλιοι, παρὰ δὲ τῶν συμμάχων πεντακόσιοι, ἐχόμενοι δὲ τούτων οἱ προσαγορευθέντες ἑταῖροι χίλιοι, Δημήτριον ἔχοντες ἡγεμόνα τὸν Ἀντιγόνου, τότε πρώτως μέλλοντα συναγωνίζεσθαι τῷ πατρί.
至于骑兵,右翼最先紧挨着方阵部署的是五百名来自各地的雇佣兵,接着是一千名色雷斯人和五百名盟友骑兵;紧挨着他们的是被称为“伙友”的一千名骑兵,由安提柯之子德米特里指挥,这是他首次与父亲并肩作战。
§19.29.5ἐπʼ ἄκρου δὲ τοῦ κέρατος ἦν τὸ ἄγημα τῶν ἱππέων τριακοσίων, μεθʼ ὧν καὶ αὐτὸς ἐκινδύνευε· πρόταγμα δὲ τούτων ἐκ τῶν ἰδίων παίδων εἶλαι τρεῖς ὑπῆρχον καὶ ταύταις ἴσαι παράλληλοι, συναγωνιζομένων αὐτοῖς Ταραντίνων ἑκατόν.
在右翼的最外侧是由三百名骑兵组成的亲卫队,他自己也身处其中共同御敌;在这支队伍前面作为前卫的是由他自己的近身侍从组成的三队骑兵,以及与他们并排的同等兵力,并有一百名塔兰托人与他们协同作战。
§19.29.6παρὰ δὲ τὸ κέρας πᾶν ἐξέταξε τοὺς κρατίστους τῶν ἐλεφάντων τριάκοντα, ποιήσας ἐπικάμπιον, καὶ τὰ διαστήματα τούτων συνεπλήρωσε τοῖς ψιλοῖς τάγμασιν ἐπιλέκτοις· τῶν δʼ ἄλλων θηρίων τὰ πλείω μὲν τῆς φάλαγγος προέστησεν, ὀλίγα δὲ μετὰ τῶν ἱππέων τῶν ἐν τοῖς εὐωνύμοις μέρεσι.
沿着整个翼侧,他部署了三十头最强壮的战象,排成一个弯曲的防线,并用精选的轻装部队填补了它们之间的空隙;至于其他的战象,大部分被部署在方阵的前方,少数则部署在左翼的骑兵之中。
§19.29.7τοῦτον δὲ τὸν τρόπον ἐκτάξας τὸ στρατόπεδον κατέβαινεν ἐπὶ τοὺς πολεμίους, λοξὴν ποιήσας τὴν τάξιν· τὸ μὲν γὰρ δεξιὸν κέρας, ᾧ μάλιστα ἐπίστευεν, προεβάλετο, τὸ δʼ ἕτερον ὑπεστείλατο, διεγνωκὼς ᾧ μὲν φυγομαχεῖν, ᾧ δὲ διαγωνίζεσθαι.
以这种方式部署完军队后,他以斜线阵势向敌军压去;因为他将自己最信赖的右翼向前推进,而将另一翼向后撤缩,他已经决定用后者避战,而用前者进行决战。